4
1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ⸀ἐγκακοῦμεν* ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP 2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ⸀συνιστάνοντες† συνιστάνοντες WH NA28 ] συνιστάντες Treg; συνιστῶντες RPἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. 3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ ⸀αὐγάσαι‡ αὐγάσαι WH Treg NA28 ] + αὐτοῖς RPτὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ⸂Χριστὸν Ἰησοῦν§ Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NA28 κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς ⸀λάμψει* λάμψει WH Treg NA28 ] λάμψαι RP ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ⸀Χριστοῦ† Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA28
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν ⸀τοῦ‡ τοῦ WH Treg NA28 ] + κυρίου RPἸησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ⸀ὁ§ ὁ WH Treg NA28 ] + μὲν RPθάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας ⸀τὸν* τὸν Holmes WHmarg ] + κύριον WH Treg NA28 RP Ἰησοῦν καὶ ἡμᾶς ⸀σὺν† σὺν WH Treg NA28 ] διὰ RPἸησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ ⸀ἐγκακοῦμεν‡ ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ⸂ἔσω ἡμῶν§ ἔσω ἡμῶν WH Treg NA28 ] ἔσωθεν RP ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ⸀ἡμῶν* ἡμῶν Treg NA28 RP ] – WHκαθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
*4:1 ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP
†4:2 συνιστάνοντες WH NA28 ] συνιστάντες Treg; συνιστῶντες RP
‡4:4 αὐγάσαι WH Treg NA28 ] + αὐτοῖς RP
§4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NA28
*4:6 λάμψει WH Treg NA28 ] λάμψαι RP
†4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA28
‡4:10 τοῦ WH Treg NA28 ] + κυρίου RP
§4:12 ὁ WH Treg NA28 ] + μὲν RP
*4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NA28 RP
†4:14 σὺν WH Treg NA28 ] διὰ RP
‡4:16 ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP
§4:16 ἔσω ἡμῶν WH Treg NA28 ] ἔσωθεν RP
*4:17 ἡμῶν Treg NA28 RP ] – WH