9
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ⸀τὸ* τὸ WH Treg NA28 ] ὁ ἐξ RPὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. 3 ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, 4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ ⸀λέγωμεν† λέγωμεν WH Treg RP ] λέγω NA28 ὑμεῖς, ἐν τῇ ὑποστάσει ⸀ταύτῃ‡ ταύτῃ WH Treg NA28 ] + τῆς καυχήσεως RP 5 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν ⸀εἰς§ εἰς WH NA28 RP ] πρὸς Treg ὑμᾶς καὶ προκαταρτίσωσι τὴν ⸀προεπηγγελμένην* προεπηγγελμένην WH Treg NA28 ] προκατηγγελμένην RPεὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν. 6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις ἐπʼ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς ⸀προῄρηται† προῄρηται WH Treg NA28 ] προαιρεῖται RPτῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. 8 ⸀δυνατεῖ‡ δυνατεῖ WH Treg NA28 ] Δυνατὸς RPδὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· 9 (καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· 10 ὁ δὲ ἐπιχορηγῶν ⸀σπόρον§ σπόρον Treg NA28 ] σπέρμα WH RP τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν ⸀χορηγήσει* χορηγήσει WH Treg NA28 ] χορηγήσαι RP καὶ ⸀πληθυνεῖ† πληθυνεῖ WH Treg NA28 ] πληθύναι RP τὸν σπόρον ὑμῶν καὶ ⸀αὐξήσει‡ αὐξήσει WH Treg NA28 ] αὐξήσαι RP τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·) 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— 12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφʼ ὑμῖν. 15 ⸀χάρις§ χάρις WH Treg NA28 ] + δὲ RPτῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
*9:2 τὸ WH Treg NA28 ] ὁ ἐξ RP
†9:4 λέγωμεν WH Treg RP ] λέγω NA28
‡9:4 ταύτῃ WH Treg NA28 ] + τῆς καυχήσεως RP
§9:5 εἰς WH NA28 RP ] πρὸς Treg
*9:5 προεπηγγελμένην WH Treg NA28 ] προκατηγγελμένην RP
†9:7 προῄρηται WH Treg NA28 ] προαιρεῖται RP
‡9:8 δυνατεῖ WH Treg NA28 ] Δυνατὸς RP
§9:10 σπόρον Treg NA28 ] σπέρμα WH RP
*9:10 χορηγήσει WH Treg NA28 ] χορηγήσαι RP
†9:10 πληθυνεῖ WH Treg NA28 ] πληθύναι RP
‡9:10 αὐξήσει WH Treg NA28 ] αὐξήσαι RP
§9:15 χάρις WH Treg NA28 ] + δὲ RP