11
Ὄφελον ἀνείχεσθέ μου μικρόν ⸀τι* τι WH Treg NA28 ] – RP ⸀ἀφροσύνης ἀφροσύνης WH Treg NA28 ] τῇ ἀφροσύνῃ RP ἀλλὰ καὶ ἀνέχεσθέ μου. ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ⸂ἐξηπάτησεν Εὕαν ἐξηπάτησεν Εὕαν WH Treg NA28 ] Εὕαν ἐξηπάτησεν RP ἐν τῇ πανουργίᾳ αὐτοῦ, ⸀φθαρῇ§ φθαρῇ WH Treg NA28 ] οὕτως φθαρῇ RP τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος ⸂καὶ τῆς ἁγνότητος* καὶ τῆς ἁγνότητος WH Treg NA28 ] – RP τῆς εἰς τὸν Χριστόν. εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ⸀ἀνέχεσθε ἀνέχεσθε WH NA28 ] ἠνείχεσθε RP; ἀνείχεσθε Treg λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει, ἀλλʼ ἐν παντὶ ⸀φανερώσαντες φανερώσαντες WH Treg NA28 ] φανερωθέντες RPἐν πᾶσιν εἰς ὑμᾶς. Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ⸂ἐμαυτὸν ὑμῖν§ ἐμαυτὸν ὑμῖν WH Treg NA28 ] ὑμῖν ἐμαυτὸν RP ἐτήρησα καὶ τηρήσω. 10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. 11 διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν. 12 Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· 14 καὶ οὐ ⸀θαῦμα* θαῦμα WH Treg NA28 ] θαυμαστόν RP αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· 15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. 16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι· 17 ὃ λαλῶ οὐ ⸂κατὰ κύριον λαλῶ κατὰ κύριον λαλῶ WH Treg NA28 ] λαλῶ κατὰ κύριον RP, ἀλλʼ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 ἐπεὶ πολλοὶ καυχῶνται ⸀κατὰ κατὰ Treg NA28 ] + τὴν WH RPσάρκα, κἀγὼ καυχήσομαι. 19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· 20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ⸂εἰς πρόσωπον ὑμᾶς§ εἰς πρόσωπον ὑμᾶς WH Treg NA28 ] ὑμᾶς εἰς πρόσωπον RP δέρει. 21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ⸀ἠσθενήκαμεν* ἠσθενήκαμεν WH Treg NA28 ] ἠσθενήσαμεν RP ἐν ᾧ δʼ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ. 23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν ⸂φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως WH Treg NA28 ] πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, 27 ⸀κόπῳ κόπῳ WH Treg NA28 ] ἐν κόπῳ RPκαὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ⸀ἐπίστασίς§ ἐπίστασίς WH Treg NA28 ] ἐπισύστασίς RP ⸀μοι* μοι WH Treg NA28 ] μου RPἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ⸀Ἰησοῦ Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RPοἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ⸂πόλιν Δαμασκηνῶν πόλιν Δαμασκηνῶν WH Treg NA28 ] Δαμασκηνῶν πόλιν RP πιάσαι ⸀με§ με WH Treg NA28 ] + θέλων RP 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

*11:1 τι WH Treg NA28 ] – RP

11:1 ἀφροσύνης WH Treg NA28 ] τῇ ἀφροσύνῃ RP

11:3 ἐξηπάτησεν Εὕαν WH Treg NA28 ] Εὕαν ἐξηπάτησεν RP

§11:3 φθαρῇ WH Treg NA28 ] οὕτως φθαρῇ RP

*11:3 καὶ τῆς ἁγνότητος WH Treg NA28 ] – RP

11:4 ἀνέχεσθε WH NA28 ] ἠνείχεσθε RP; ἀνείχεσθε Treg

11:6 φανερώσαντες WH Treg NA28 ] φανερωθέντες RP

§11:9 ἐμαυτὸν ὑμῖν WH Treg NA28 ] ὑμῖν ἐμαυτὸν RP

*11:14 θαῦμα WH Treg NA28 ] θαυμαστόν RP

11:17 κατὰ κύριον λαλῶ WH Treg NA28 ] λαλῶ κατὰ κύριον RP

11:18 κατὰ Treg NA28 ] + τὴν WH RP

§11:20 εἰς πρόσωπον ὑμᾶς WH Treg NA28 ] ὑμᾶς εἰς πρόσωπον RP

*11:21 ἠσθενήκαμεν WH Treg NA28 ] ἠσθενήσαμεν RP

11:23 φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως WH Treg NA28 ] πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP

11:27 κόπῳ WH Treg NA28 ] ἐν κόπῳ RP

§11:28 ἐπίστασίς WH Treg NA28 ] ἐπισύστασίς RP

*11:28 μοι WH Treg NA28 ] μου RP

11:31 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP

11:32 πόλιν Δαμασκηνῶν WH Treg NA28 ] Δαμασκηνῶν πόλιν RP

§11:32 με WH Treg NA28 ] + θέλων RP