13
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν ⸀νῦν* νῦν WH Treg NA28 ] + γράφω RP τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, καὶ ⸀γὰρ γὰρ WH Treg NA28 ] + εἰ RP ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομεν ζήσομεν WH Treg NA28 ] ζησόμεθα RPσὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς§ Ἰησοῦς Χριστὸς WH RP NA28 ] Χριστὸς Ἰησοῦς Treg NIV ἐν ⸀ὑμῖν* ὑμῖν WH Treg NA28 ] + ἐστίν RP εἰ μήτι ἀδόκιμοί ἐστε. ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. ⸀εὐχόμεθα εὐχόμεθα WH Treg NA28 ] Εὐχόμαι RPδὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτο τοῦτο WH Treg NA28 ] + δὲ RPκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκέν μοι§ ὁ κύριος ἔδωκέν μοι WH Treg NA28 ] ἔδωκέν μοι ὁ κύριος RP, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. 12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν* ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*13:2 νῦν WH Treg NA28 ] + γράφω RP

13:4 γὰρ WH Treg NA28 ] + εἰ RP

13:4 ζήσομεν WH Treg NA28 ] ζησόμεθα RP

§13:5 Ἰησοῦς Χριστὸς WH RP NA28 ] Χριστὸς Ἰησοῦς Treg NIV

*13:5 ὑμῖν WH Treg NA28 ] + ἐστίν RP

13:7 εὐχόμεθα WH Treg NA28 ] Εὐχόμαι RP

13:9 τοῦτο WH Treg NA28 ] + δὲ RP

§13:10 ὁ κύριος ἔδωκέν μοι WH Treg NA28 ] ἔδωκέν μοι ὁ κύριος RP

*13:13 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP