ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁ* ὁ NA28 RP ] – WH TregἸησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NA28 ] βαπτισθήσεσθε ἐν πνεύματι RP ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτων ἠρώτων WH Treg NA28 ] ἐπηρώτων RPαὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπεν ⸀δὲ§ δὲ NA28 RP ] – WH Tregπρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μου* μου WH Treg NA28 ] μοι RPμάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς ἐσθήσεσι λευκαῖς WH Treg NA28 ] ἐσθῆτι λευκῇ RP , 11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες βλέποντες WH Treg ] ἐμβλέποντες NA28 RPεἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν§ εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NA28 ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος* Ἰωάννης καὶ Ἰάκωβος WH Treg NA28 ] Ἰάκωβος καὶ Ἰωάννης RP καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ προσευχῇ WH Treg NA28 ] + καὶ τῇ δεήσει RP σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ Μαριὰμ WH Treg NA28 ] Μαρίᾳ RP τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν§ σὺν WH Treg RP ] – NA28τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶν* ἀδελφῶν WH Treg NA28 ] μαθητῶν RP εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡς ὡς WH Treg RP ] ὡσεὶ NA28ἑκατὸν εἴκοσι)· 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴν γραφὴν WH Treg NA28 ] + ταύτην RP ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν§ Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν RP 17 ὅτι κατηριθμημένος ἦν ⸀ἐν* ἐν WH Treg NA28 ] σὺν RPἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳ ἰδίᾳ Treg RP NA28 ] – WH NIVδιαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.— 20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτω λαβέτω WH Treg NA28 ] λάβοι RPἕτερος. 21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧ§ ᾧ WH Treg NA28 ] ἐν ᾧ RPεἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι* σὺν ἡμῖν γενέσθαι WH Treg NA28 ] γενέσθαι σὺν ἡμῖν RP ἕνα τούτων. 23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24 καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, 25 λαβεῖν τὸν ⸀τόπον τόπον WH Treg NA28 ] κλῆρον RP τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼ ἀφʼ WH Treg NA28 ] ἐξ RPἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς§ αὐτοῖς WH Treg NA28 ] αὐτῶν RP καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

*1:1 ὁ NA28 RP ] – WH Treg

1:5 ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NA28 ] βαπτισθήσεσθε ἐν πνεύματι RP

1:6 ἠρώτων WH Treg NA28 ] ἐπηρώτων RP

§1:7 δὲ NA28 RP ] – WH Treg

*1:8 μου WH Treg NA28 ] μοι RP

1:10 ἐσθήσεσι λευκαῖς WH Treg NA28 ] ἐσθῆτι λευκῇ RP

1:11 βλέποντες WH Treg ] ἐμβλέποντες NA28 RP

§1:13 εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NA28 ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP

*1:13 Ἰωάννης καὶ Ἰάκωβος WH Treg NA28 ] Ἰάκωβος καὶ Ἰωάννης RP

1:14 προσευχῇ WH Treg NA28 ] + καὶ τῇ δεήσει RP

1:14 Μαριὰμ WH Treg NA28 ] Μαρίᾳ RP

§1:14 σὺν WH Treg RP ] – NA28

*1:15 ἀδελφῶν WH Treg NA28 ] μαθητῶν RP

1:15 ὡς WH Treg RP ] ὡσεὶ NA28

1:16 γραφὴν WH Treg NA28 ] + ταύτην RP

§1:16 Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν RP

*1:17 ἐν WH Treg NA28 ] σὺν RP

1:19 ἰδίᾳ Treg RP NA28 ] – WH NIV

1:20 λαβέτω WH Treg NA28 ] λάβοι RP

§1:21 ᾧ WH Treg NA28 ] ἐν ᾧ RP

*1:22 σὺν ἡμῖν γενέσθαι WH Treg NA28 ] γενέσθαι σὺν ἡμῖν RP

1:25 τόπον WH Treg NA28 ] κλῆρον RP

1:25 ἀφʼ WH Treg NA28 ] ἐξ RP

§1:26 αὐτοῖς WH Treg NA28 ] αὐτῶν RP