8
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων. συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ⸀ἐποίησαν* ἐποίησαν WH Treg NA28 ] ἐποιήσαντο RPκοπετὸν μέγαν ἐπʼ αὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς ⸀τὴν τὴν WH NA28 ] – Treg RPπόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. προσεῖχον ⸀δὲ δὲ WH Treg NA28 ] τε RPοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ⸀πολλοὶ§ πολλοὶ WH Treg NA28 ] Πολλῶν RP γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ⸀ἐξήρχοντο* ἐξήρχοντο WH Treg NA28 ] ἐξήρχετο RP πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ⸂ἐγένετο δὲ ἐγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP ⸂πολλὴ χαρὰ πολλὴ χαρὰ WH Treg NA28 ] χαρὰ μεγάλη RP ἐν τῇ πόλει ἐκείνῃ.
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ⸀ἐξιστάνων§ ἐξιστάνων WH Treg NA28 ] ἐξιστῶν RPτὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10 ᾧ προσεῖχον ⸀πάντες* πάντες WH Treg NA28 ] – RP ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ ⸀καλουμένη καλουμένη WH Treg NA28 ] – RPΜεγάλη. 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ ⸀περὶ περὶ WH Treg NA28 ] τὰ περὶ RPτῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε ⸂σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας§ σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας WH Treg NA28 ] δυνάμεις καὶ σημεῖα γινόμενα RP ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς ⸀αὐτοὺς* αὐτοὺς WH Treg NA28 ] + τὸν RPΠέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 ⸀οὐδέπω οὐδέπω WH Treg NA28 ] οὔπω RP γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ⸀κυρίου κυρίου WH Treg NA28 ] χριστοῦ RPἸησοῦ. 17 τότε ⸀ἐπετίθεσαν§ ἐπετίθεσαν WH Treg NA28 ] ἐπετίθουν RPτὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 ⸀ἰδὼν* ἰδὼν WH Treg NA28 ] Θεασάμενος RP δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ ⸀πνεῦμα πνεῦμα WH NA28 ] + τὸ ἅγιον Treg RPπροσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ⸀ἔναντι ἔναντι WH Treg NA28 ] ἐνώπιον RPτοῦ θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ ⸀κυρίου§ κυρίου WH Treg NA28 ] θεοῦ RPεἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ⸀ὑπέστρεφον* ὑπέστρεφον WH Treg NA28 ] ὑπέστρεψαν RP εἰς ⸀Ἱεροσόλυμα Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP πολλάς τε κώμας τῶν Σαμαριτῶν ⸀εὐηγγελίζοντο εὐηγγελίζοντο WH Treg NA28 ] εὐηγγελίσαντο RP
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης ⸀Κανδάκης§ Κανδάκης WH Treg NA28 ] + τῆς RPβασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, 28 ἦν ⸀τε* τε Treg NA28 RP ] δὲ WHὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. 29 εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ⸂Ἠσαΐαν τὸν προφήτην Ἠσαΐαν τὸν προφήτην WH Treg NA28 ] τὸν προφήτην Ἠσαΐαν RP καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ⸀ὁδηγήσει ὁδηγήσει WH Treg NA28 ] ὁδηγήσῃ RPμε; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος§ κείραντος WH NA28 ] κείροντος Treg RPαὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 ἐν τῇ ⸀ταπεινώσει* ταπεινώσει WH Treg ] + αὐτοῦ NA28 RP ἡ κρίσις αὐτοῦ ἤρθη· ⸀τὴν τὴν WH Treg NA28 ] + δὲ RPγενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει ⸀τοῦτο τοῦτο WH Treg RP NA28 ] – NIV περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με ⸀βαπτισθῆναι;§ βαπτισθῆναι; WH Treg NA28 RP ] + 37 εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. TR 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

*8:2 ἐποίησαν WH Treg NA28 ] ἐποιήσαντο RP

8:5 τὴν WH NA28 ] – Treg RP

8:6 δὲ WH Treg NA28 ] τε RP

§8:7 πολλοὶ WH Treg NA28 ] Πολλῶν RP

*8:7 ἐξήρχοντο WH Treg NA28 ] ἐξήρχετο RP

8:8 ἐγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP

8:8 πολλὴ χαρὰ WH Treg NA28 ] χαρὰ μεγάλη RP

§8:9 ἐξιστάνων WH Treg NA28 ] ἐξιστῶν RP

*8:10 πάντες WH Treg NA28 ] – RP

8:10 καλουμένη WH Treg NA28 ] – RP

8:12 περὶ WH Treg NA28 ] τὰ περὶ RP

§8:13 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας WH Treg NA28 ] δυνάμεις καὶ σημεῖα γινόμενα RP

*8:14 αὐτοὺς WH Treg NA28 ] + τὸν RP

8:16 οὐδέπω WH Treg NA28 ] οὔπω RP

8:16 κυρίου WH Treg NA28 ] χριστοῦ RP

§8:17 ἐπετίθεσαν WH Treg NA28 ] ἐπετίθουν RP

*8:18 ἰδὼν WH Treg NA28 ] Θεασάμενος RP

8:18 πνεῦμα WH NA28 ] + τὸ ἅγιον Treg RP

8:21 ἔναντι WH Treg NA28 ] ἐνώπιον RP

§8:22 κυρίου WH Treg NA28 ] θεοῦ RP

*8:25 ὑπέστρεφον WH Treg NA28 ] ὑπέστρεψαν RP

8:25 Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP

8:25 εὐηγγελίζοντο WH Treg NA28 ] εὐηγγελίσαντο RP

§8:27 Κανδάκης WH Treg NA28 ] + τῆς RP

*8:28 τε Treg NA28 RP ] δὲ WH

8:30 Ἠσαΐαν τὸν προφήτην WH Treg NA28 ] τὸν προφήτην Ἠσαΐαν RP

8:31 ὁδηγήσει WH Treg NA28 ] ὁδηγήσῃ RP

§8:32 κείραντος WH NA28 ] κείροντος Treg RP

*8:33 ταπεινώσει WH Treg ] + αὐτοῦ NA28 RP

8:33 τὴν WH Treg NA28 ] + δὲ RP

8:34 τοῦτο WH Treg RP NA28 ] – NIV

§8:36 βαπτισθῆναι; WH Treg NA28 RP ] + 37 εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. TR