21
Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ* Κῶ WH Treg NA28 ] Κῶν RP τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. ⸀ἀναφάναντες ἀναφάναντες WH NA28 ] ἀναφανέντες Treg RP δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν κατήλθομεν WH Treg NA28 ] κατήχθημεν RP εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν§ τὸ πλοῖον ἦν WH Treg NA28 ] ἦν τὸ πλοῖον RP ἀποφορτιζόμενον τὸν γόμον. ⸂ἀνευρόντες δὲ τοὺς* ἀνευρόντες δὲ τοὺς WH Treg NA28 ] καὶ ἀνευρόντες RP μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν ἐπιβαίνειν WH Treg NA28 ] ἀναβαίνειν RP εἰς ⸀Ἱεροσόλυμα Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς§ ἐξαρτίσαι ἡμᾶς WH Treg ] ἡμᾶς ἐξαρτίσαι NA28 RP τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι* προσευξάμενοι WH Treg NA28 ] προσηυξάμεθα RP ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. ἀπησπασάμεθα ἀλλήλους καὶ WH Treg NA28 ] καὶ ἀσπασάμενοι ἀλλήλους RP ἐνέβημεν WH Treg ] ἀνέβημεν NA28; ἐπέβημεν RP Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομεν§ ἤλθομεν WH Treg NA28 ] οἱ περὶ τὸν Παῦλον ἦλθον RPεἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι* τέσσαρες παρθένοι WH Treg NA28 ] παρθένοι τέσσαρες RP προφητεύουσαι. 10 ἐπιμενόντων ⸀δὲ δὲ WH Treg NA28 ] + ἡμῶν RPἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος, 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦ ἑαυτοῦ WH Treg NA28 ] τε αὐτοῦ RPτοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. 13 ⸂τότε ἀπεκρίθη§ τότε ἀπεκρίθη WH Treg NA28 ] ἀπεκρίθη τότε RP ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα* Τοῦ κυρίου τὸ θέλημα WH Treg NA28 ] Τὸ θέλημα τοῦ κυρίου RP ⸀γινέσθω γινέσθω WH Treg NA28 ] γενέσθω RP 15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP 16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο§ ἀπεδέξαντο WH Treg NA28 ] ἐδέξαντο RPἡμᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν* θεόν WH Treg NA28 ] κύριον RP ⸂εἶπόν τε εἶπόν τε WH Treg NA28 ] εἰπόντες RP αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις ἐν τοῖς Ἰουδαίοις WH Treg NA28 ] Ἰουδαίων RP τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22 τί οὖν ἐστιν; πάντως ⸀ἀκούσονται§ ἀκούσονται WH Treg NA28 ] δεῖ πλῆθος συνελθεῖν ἀκούσονται γὰρ RP ὅτι ἐλήλυθας. 23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸀ἀφʼ* ἀφʼ WH ] ἐφʼ Treg NA28 RPἑαυτῶν. 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ⸀ξυρήσονται ξυρήσονται WH Treg NA28 ] ξυρήσωνται RP τὴν κεφαλήν, καὶ ⸀γνώσονται γνώσονται WH Treg NA28 ] γνῶσιν RP πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸂φυλάσσων τὸν νόμον§ φυλάσσων τὸν νόμον WH Treg NA28 ] τὸν νόμον φυλάσσων RP. 25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸀ἀπεστείλαμεν* ἀπεστείλαμεν WH Treg ] ἐπεστείλαμεν NA28 RP ⸀κρίναντες κρίναντες WH Treg NA28 ] + μηδὲν τοιοῦτον τηρεῖν αὐτούς εἰ μὴ RP φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον ⸀καὶ καὶ WH Treg NA28 ] + τὸ RPαἷμα καὶ πνικτὸν καὶ πορνείαν. 26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ⸂ἐπʼ αὐτὸν τὰς χεῖρας§ ἐπʼ αὐτὸν τὰς χεῖρας WH Treg NA28 ] τὰς χεῖρας ἐπʼ αὐτὸν RP, 28 κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας ⸀πανταχῇ* πανταχῇ WH Treg NA28 ] πανταχοῦ RPδιδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29 ἦσαν γὰρ ⸀προεωρακότες προεωρακότες WH Treg NA28 ] ἑωρακότες RPΤρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων ⸀τε τε WH Treg NA28 ] δὲ RP αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη ⸀συγχύννεται§ συγχύννεται WH Treg NA28 ] συγκέχυται RPἸερουσαλήμ, 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 ⸂τότε ἐγγίσας* τότε ἐγγίσας WH Treg NA28 ] ἐγγίσας δὲ RP ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο ⸀τίς τίς WH Treg NA28 ] + ἂν RPεἴη καὶ τί ἐστιν πεποιηκώς. 34 ἄλλοι δὲ ἄλλο τι ⸀ἐπεφώνουν ἐπεφώνουν WH Treg NA28 ] ἐβόων RP ἐν τῷ ὄχλῳ· μὴ ⸂δυναμένου δὲ αὐτοῦ§ δυναμένου δὲ αὐτοῦ WH Treg NA28 ] δυνάμενος δὲ RP γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, 36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸀κράζοντες* κράζοντες WH Treg NA28 ] κρᾶζον RP Αἶρε αὐτόν. 37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν ⸀τι τι WH Treg NA28 ] – RPπρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; 38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 εἶπεν δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης ⸀προσεφώνησεν προσεφώνησεν WH Treg NA28 ] προσεφώνει RPτῇ Ἑβραΐδι διαλέκτῳ λέγων

*21:1 Κῶ WH Treg NA28 ] Κῶν RP

21:3 ἀναφάναντες WH NA28 ] ἀναφανέντες Treg RP

21:3 κατήλθομεν WH Treg NA28 ] κατήχθημεν RP

§21:3 τὸ πλοῖον ἦν WH Treg NA28 ] ἦν τὸ πλοῖον RP

*21:4 ἀνευρόντες δὲ τοὺς WH Treg NA28 ] καὶ ἀνευρόντες RP

21:4 ἐπιβαίνειν WH Treg NA28 ] ἀναβαίνειν RP

21:4 Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP

§21:5 ἐξαρτίσαι ἡμᾶς WH Treg ] ἡμᾶς ἐξαρτίσαι NA28 RP

*21:5 προσευξάμενοι WH Treg NA28 ] προσηυξάμεθα RP

21:6 ἀπησπασάμεθα ἀλλήλους καὶ WH Treg NA28 ] καὶ ἀσπασάμενοι ἀλλήλους RP

21:6 ἐνέβημεν WH Treg ] ἀνέβημεν NA28; ἐπέβημεν RP

§21:8 ἤλθομεν WH Treg NA28 ] οἱ περὶ τὸν Παῦλον ἦλθον RP

*21:9 τέσσαρες παρθένοι WH Treg NA28 ] παρθένοι τέσσαρες RP

21:10 δὲ WH Treg NA28 ] + ἡμῶν RP

21:11 ἑαυτοῦ WH Treg NA28 ] τε αὐτοῦ RP

§21:13 τότε ἀπεκρίθη WH Treg NA28 ] ἀπεκρίθη τότε RP

*21:14 Τοῦ κυρίου τὸ θέλημα WH Treg NA28 ] Τὸ θέλημα τοῦ κυρίου RP

21:14 γινέσθω WH Treg NA28 ] γενέσθω RP

21:15 Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP

§21:17 ἀπεδέξαντο WH Treg NA28 ] ἐδέξαντο RP

*21:20 θεόν WH Treg NA28 ] κύριον RP

21:20 εἶπόν τε WH Treg NA28 ] εἰπόντες RP

21:20 ἐν τοῖς Ἰουδαίοις WH Treg NA28 ] Ἰουδαίων RP

§21:22 ἀκούσονται WH Treg NA28 ] δεῖ πλῆθος συνελθεῖν ἀκούσονται γὰρ RP

*21:23 ἀφʼ WH ] ἐφʼ Treg NA28 RP

21:24 ξυρήσονται WH Treg NA28 ] ξυρήσωνται RP

21:24 γνώσονται WH Treg NA28 ] γνῶσιν RP

§21:24 φυλάσσων τὸν νόμον WH Treg NA28 ] τὸν νόμον φυλάσσων RP

*21:25 ἀπεστείλαμεν WH Treg ] ἐπεστείλαμεν NA28 RP

21:25 κρίναντες WH Treg NA28 ] + μηδὲν τοιοῦτον τηρεῖν αὐτούς εἰ μὴ RP

21:25 καὶ WH Treg NA28 ] + τὸ RP

§21:27 ἐπʼ αὐτὸν τὰς χεῖρας WH Treg NA28 ] τὰς χεῖρας ἐπʼ αὐτὸν RP

*21:28 πανταχῇ WH Treg NA28 ] πανταχοῦ RP

21:29 προεωρακότες WH Treg NA28 ] ἑωρακότες RP

21:31 τε WH Treg NA28 ] δὲ RP

§21:31 συγχύννεται WH Treg NA28 ] συγκέχυται RP

*21:33 τότε ἐγγίσας WH Treg NA28 ] ἐγγίσας δὲ RP

21:33 τίς WH Treg NA28 ] + ἂν RP

21:34 ἐπεφώνουν WH Treg NA28 ] ἐβόων RP

§21:34 δυναμένου δὲ αὐτοῦ WH Treg NA28 ] δυνάμενος δὲ RP

*21:36 κράζοντες WH Treg NA28 ] κρᾶζον RP

21:37 τι WH Treg NA28 ] – RP

21:40 προσεφώνησεν WH Treg NA28 ] προσεφώνει RP