24
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν* πρεσβυτέρων τινῶν WH Treg NA28 ] τῶν πρεσβυτέρων RP καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτων διορθωμάτων WH Treg NA28 ] κατορθωμάτων RPγινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσεις στάσεις WH Treg NA28 ] στάσιν RPπᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν§ ἐκρατήσαμεν WH Treg NA28 RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη ⸀τε* τε WH Treg NA28 ] δὲ RP ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως εὐθύμως WH Treg NA28 ] εὐθυμότερον RPτὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου ⸀ἐπιγνῶναι ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα§ δώδεκα WH Treg NA28 ] δεκαδύο RP ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς* εἰς WH Treg NA28 ] ἐν RPἸερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ἐπίστασιν WH Treg NA28 ] ἐπισύστασιν RPποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 ⸀οὐδὲ οὐδὲ WH NA28 ] οὔτε Treg RP ⸀παραστῆσαι§ παραστῆσαι WH Treg NA28 ] + με RP δύνανταί ⸀σοι* σοι WH Treg NA28 ] – RP περὶ ὧν ⸀νυνὶ νυνὶ WH Treg NA28 ] νῦν RPκατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν τοῖς ἐν WH Treg NA28 ] – RP τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι§ ἔσεσθαι WH Treg NA28 ] + νεκρῶν RPδικαίων τε καὶ ἀδίκων· 16 ἐν τούτῳ ⸀καὶ* καὶ WH Treg NA28 ] δὲ RP αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν ἔχειν WH Treg NA28 ] ἔχων RPπρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NA28 ] παρεγενόμην ἐλεημοσύνας … μου RP καὶ προσφοράς, 18 ἐν ⸀αἷς§ αἷς WH Treg NA28 ] οἷς RPεὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει* ἔδει WH Treg NA28 ] δεῖ RP ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ ἐμέ WH Treg NA28 ] με RP 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον εὗρον WH NA28 ] + ἐν ἐμοὶ Treg RPἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς§ ἐν αὐτοῖς ἑστὼς WH Treg NA28 ] ἑστὼς ἐν αὐτοῖς RP ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ* ἐφʼ WH Treg NA28 ] ὑφʼ RPὑμῶν.
22 ⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NA28 ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP , ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας εἴπας WH Treg NA28 ] εἰπών RP Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· 23 ⸀διαταξάμενος§ διαταξάμενος WH Treg NA28 ] + τε RP τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν* αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν ὑπηρετεῖν WH Treg NA28 ] + ἢ προσέρχεσθαι RPαὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ ἰδίᾳ WH Treg NA28 ] – RP γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν§ Ἰησοῦν WH NA28 ] – Treg RPπίστεως. 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος* μέλλοντος WH Treg NA28 ] + ἔσεσθαι RPἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου Παύλου WH Treg NA28 ] + ὅπως λύσῃ αὐτόν RP διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα χάριτα WH Treg NA28 ] χάριτας RPκαταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

*24:1 πρεσβυτέρων τινῶν WH Treg NA28 ] τῶν πρεσβυτέρων RP

24:2 διορθωμάτων WH Treg NA28 ] κατορθωμάτων RP

24:5 στάσεις WH Treg NA28 ] στάσιν RP

§24:6 ἐκρατήσαμεν WH Treg NA28 RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR

*24:10 τε WH Treg NA28 ] δὲ RP

24:10 εὐθύμως WH Treg NA28 ] εὐθυμότερον RP

24:11 ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP

§24:11 δώδεκα WH Treg NA28 ] δεκαδύο RP

*24:11 εἰς WH Treg NA28 ] ἐν RP

24:12 ἐπίστασιν WH Treg NA28 ] ἐπισύστασιν RP

24:13 οὐδὲ WH NA28 ] οὔτε Treg RP

§24:13 παραστῆσαι WH Treg NA28 ] + με RP

*24:13 σοι WH Treg NA28 ] – RP

24:13 νυνὶ WH Treg NA28 ] νῦν RP

24:14 τοῖς ἐν WH Treg NA28 ] – RP

§24:15 ἔσεσθαι WH Treg NA28 ] + νεκρῶν RP

*24:16 καὶ WH Treg NA28 ] δὲ RP

24:16 ἔχειν WH Treg NA28 ] ἔχων RP

24:17 ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NA28 ] παρεγενόμην ἐλεημοσύνας … μου RP

§24:18 αἷς WH Treg NA28 ] οἷς RP

*24:19 ἔδει WH Treg NA28 ] δεῖ RP

24:19 ἐμέ WH Treg NA28 ] με RP

24:20 εὗρον WH NA28 ] + ἐν ἐμοὶ Treg RP

§24:21 ἐν αὐτοῖς ἑστὼς WH Treg NA28 ] ἑστὼς ἐν αὐτοῖς RP

*24:21 ἐφʼ WH Treg NA28 ] ὑφʼ RP

24:22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NA28 ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP

24:22 εἴπας WH Treg NA28 ] εἰπών RP

§24:23 διαταξάμενος WH Treg NA28 ] + τε RP

*24:23 αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP

24:23 ὑπηρετεῖν WH Treg NA28 ] + ἢ προσέρχεσθαι RP

24:24 ἰδίᾳ WH Treg NA28 ] – RP

§24:24 Ἰησοῦν WH NA28 ] – Treg RP

*24:25 μέλλοντος WH Treg NA28 ] + ἔσεσθαι RP

24:26 Παύλου WH Treg NA28 ] + ὅπως λύσῃ αὐτόν RP

24:27 χάριτα WH Treg NA28 ] χάριτας RP