11
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον* τὸ βλεπόμενον WH Treg NA28 ] τά βλεπόμενα RP γεγονέναι.
Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸂τοῦ θεοῦ τοῦ θεοῦ WH NA28 RP ] τῷ θεῷ Treg , καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ λαλεῖ WH Treg NA28 ] λαλεῖται RP Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεως§ μεταθέσεως WH Treg NA28 ] + αὐτοῦ RPμεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
⸀Πίστει* Πίστει WH NA28 RP ] + ὁ Treg καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπον τόπον WH Treg NA28 ] τὸν τόπον RPὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. 11 πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ αὐτῇ Σάρρᾳ Holmes WHmarg ] αὐτὴ Σάρρα WH Treg RP; αὐτὴ Σάρρα στεῖρα NA28 δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ⸀ἡλικίας§ ἡλικίας WH Treg NA28 ] + ἔτεκεν RP ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον· 12 διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀λαβόντες* λαβόντες NA28 RP ] κομισάμενοι WH Tregτὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15 καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσιν μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NA28 RP ἀφʼ ἧς ⸀ἐξέβησαν ἐξέβησαν WH Treg NA28 ] ἐξῆλθον RP εἶχον ἂν καιρὸν ἀνακάμψαι· 16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20 Πίστει ⸀καὶ§ καὶ WH Treg NA28 ] – RPπερὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς ⸀γῆς* γῆς WH Treg NA28 ] – RP ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30 πίστει τὰ τείχη Ἰεριχὼ ⸀ἔπεσαν ἔπεσαν WH Treg NA28 ] ἔπεσεν RPκυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ με γὰρ WH Treg NA28 ] γὰρ με RP διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών§ Σαμψών WH Treg NA28 ] τε καὶ Σαμψών καὶ RP Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης* μαχαίρης WH Treg NA28 ] μαχαίρας RP ⸀ἐδυναμώθησαν ἐδυναμώθησαν WH Treg NA28 ] ἐνεδυναμώθησαν RPἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν ἐπρίσθησαν Treg NA28 ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP ἐν φόνῳ ⸀μαχαίρης§ μαχαίρης WH Treg NA28 ] μαχαίρας RPἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸀ἐπὶ* ἐπὶ WH Treg NA28 ] ἐν RP ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· 39 ⸀καὶ καὶ Holmes ] + οὗτοι WH Treg NA28 RPπάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

*11:3 τὸ βλεπόμενον WH Treg NA28 ] τά βλεπόμενα RP

11:4 τοῦ θεοῦ WH NA28 RP ] τῷ θεῷ Treg

11:4 λαλεῖ WH Treg NA28 ] λαλεῖται RP

§11:5 μεταθέσεως WH Treg NA28 ] + αὐτοῦ RP

*11:8 Πίστει WH NA28 RP ] + ὁ Treg

11:8 τόπον WH Treg NA28 ] τὸν τόπον RP

11:11 αὐτῇ Σάρρᾳ Holmes WHmarg ] αὐτὴ Σάρρα WH Treg RP; αὐτὴ Σάρρα στεῖρα NA28

§11:11 ἡλικίας WH Treg NA28 ] + ἔτεκεν RP

*11:13 λαβόντες NA28 RP ] κομισάμενοι WH Treg

11:15 μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NA28 RP

11:15 ἐξέβησαν WH Treg NA28 ] ἐξῆλθον RP

§11:20 καὶ WH Treg NA28 ] – RP

*11:29 γῆς WH Treg NA28 ] – RP

11:30 ἔπεσαν WH Treg NA28 ] ἔπεσεν RP

11:32 με γὰρ WH Treg NA28 ] γὰρ με RP

§11:32 Σαμψών WH Treg NA28 ] τε καὶ Σαμψών καὶ RP

*11:34 μαχαίρης WH Treg NA28 ] μαχαίρας RP

11:34 ἐδυναμώθησαν WH Treg NA28 ] ἐνεδυναμώθησαν RP

11:37 ἐπρίσθησαν Treg NA28 ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP

§11:37 μαχαίρης WH Treg NA28 ] μαχαίρας RP

*11:38 ἐπὶ WH Treg NA28 ] ἐν RP

11:39 καὶ Holmes ] + οὗτοι WH Treg NA28 RP