5
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ⸀ἀφυστερημένος* ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NA28 RP ἀφʼ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ⸀εἰσεληλύθασιν εἰσεληλύθασιν NA28 RP ] εἰσελήλυθαν WH Treg ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ⸀ὑμῶν ὑμῶν WH Treg NA28 ] + ὡς RPἐν ἡμέρᾳ σφαγῆς. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ ⸀αὐτῷ§ αὐτῷ WH Treg NA28 ] αὐτόν RP ἕως ⸀λάβῃ* λάβῃ WH Treg NA28 ] + ὑετὸν RPπρόϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. μὴ στενάζετε, ⸂ἀδελφοί, κατʼ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ἀδελφοί κατʼ ἀλλήλων WH Treg NA28 ] κατʼ ἀλλήλων ἀδελφοί RP 10 ὑπόδειγμα λάβετε, ⸀ἀδελφοί ἀδελφοί WH Treg NA28 ] + μου RP τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ⸀ἐν§ ἐν WH Treg NA28 ] – RPτῷ ὀνόματι κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς ⸀ὑπομείναντας* ὑπομείναντας WH Treg NA28 ] ὑπομένοντας RP τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸀εἴδετε εἴδετε WH Treg NA28 ] ἴδετε RP ὅτι πολύσπλαγχνός ἐστιν ⸂ὁ κύριος ὁ κύριος WH Treg NA28 ] – RP καὶ οἰκτίρμων.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ⸂ὑπὸ κρίσιν§ ὑπὸ κρίσιν WH Treg NA28 ] εἴς ὑπὸκρίσιν RP πέσητε.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. 14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν* αὐτὸν Treg NA28 RP ] – WHἀλείψαντες ⸀αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 ἐξομολογεῖσθε ⸀οὖν οὖν WH Treg NA28 ] – RP ἀλλήλοις ⸂τὰς ἁμαρτίας τὰς ἁμαρτίας WH Treg NA28 ] τὰ παραπτώματα RP καὶ ⸀εὔχεσθε§ εὔχεσθε Treg NA28 RP ] προσεύχεσθε WHὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸂ὑετὸν ἔδωκεν* ὑετὸν ἔδωκεν WH NA28 RP ] ἔδωκεν ὑετὸν Treg καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
19 Ἀδελφοί ⸀μου μου WH Treg NA28 ] – RP ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 ⸀γινωσκέτω γινωσκέτω Treg NA28 RP ] γινώσκετε WH ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ§ αὐτοῦ WH NA28 ] – Treg RPσώσει ψυχὴν ⸀αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ‘p /’ ‘/book’

*5:4 ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NA28 RP

5:4 εἰσεληλύθασιν NA28 RP ] εἰσελήλυθαν WH Treg

5:5 ὑμῶν WH Treg NA28 ] + ὡς RP

§5:7 αὐτῷ WH Treg NA28 ] αὐτόν RP

*5:7 λάβῃ WH Treg NA28 ] + ὑετὸν RP

5:9 ἀδελφοί κατʼ ἀλλήλων WH Treg NA28 ] κατʼ ἀλλήλων ἀδελφοί RP

5:10 ἀδελφοί WH Treg NA28 ] + μου RP

§5:10 ἐν WH Treg NA28 ] – RP

*5:11 ὑπομείναντας WH Treg NA28 ] ὑπομένοντας RP

5:11 εἴδετε WH Treg NA28 ] ἴδετε RP

5:11 ὁ κύριος WH Treg NA28 ] – RP

§5:12 ὑπὸ κρίσιν WH Treg NA28 ] εἴς ὑπὸκρίσιν RP

*5:14 αὐτὸν Treg NA28 RP ] – WH

5:16 οὖν WH Treg NA28 ] – RP

5:16 τὰς ἁμαρτίας WH Treg NA28 ] τὰ παραπτώματα RP

§5:16 εὔχεσθε Treg NA28 RP ] προσεύχεσθε WH

*5:18 ὑετὸν ἔδωκεν WH NA28 RP ] ἔδωκεν ὑετὸν Treg

5:19 μου WH Treg NA28 ] – RP

5:20 γινωσκέτω Treg NA28 RP ] γινώσκετε WH

§5:20 αὐτοῦ WH NA28 ] – Treg RP