5
Μετὰ ταῦτα ⸀ἦν* ἦν WH Treg NA28 ] + ἡ RP ἑορτὴ τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβη ἀνέβη WH Treg NA28 ] + ὁ RPἸησοῦς εἰς Ἱεροσόλυμα. ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ ⸀Βηθεσδά Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA28 πέντε στοὰς ἔχουσα· ἐν ταύταις κατέκειτο ⸀πλῆθος§ πλῆθος WH Treg NA28 ] + πολὺ RP τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ⸀ξηρῶν* ξηρῶν WH Treg NA28 ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP ἦν δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκοντα τριάκοντα Treg RP ] + καὶ WH NA28 ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ ⸀αὐτοῦ αὐτοῦ WH Treg NA28 ] – RP τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρε§ Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RPἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, ⸀καὶ* καὶ WH Treg NA28 ] – RP οὐκ ἔξεστίν σοι ἆραι τὸν ⸀κράβαττον κράβαττον WH Treg RP ] + σου NA28 11 ⸂ὃς δὲ ὃς δὲ WH Treg ] ὁ δὲ NA28; – RP ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν ⸀οὖν§ οὖν Treg RP ] – WH NA28 αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ⸀Ἆρον* Ἆρον WH NA28 ] + τὸν κράβαττόν σου Treg RPκαὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν ⸂σοί τι σοί τι WH Treg NA28 ] τί σοι RP γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλεν ἀνήγγειλεν Treg NA28 RP ] εἶπεν WHτοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον ⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν§ οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ ⸀δὲ* δὲ WH ] + Ἰησοῦς Treg NA28 RPἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. 19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγεν ἔλεγεν WH NA28 ] εἶπεν Treg RP αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν ⸀ἐὰν ἐὰν Treg NA28 RP ] ἂν WHμή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσιν§ ἀκούσουσιν WH Treg NA28 ] ἀκούσονται RP τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ⸀ζήσουσιν* ζήσουσιν WH Treg NA28 ] ζήσονται RP 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν καὶ τῷ υἱῷ ἔδωκεν WH Treg NA28 ] ἔδωκεν καὶ τῷ υἱῷ RP ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν ⸀αὐτῷ αὐτῷ WH Treg NA28 ] + καὶ RPκρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσιν§ ἀκούσουσιν WH Treg NA28 ] ἀκούσονται RPτῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲ* δὲ Treg NA28 RP ] – WHτὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός ⸀με με WH Treg NA28 ] + πατρός RP 31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν ⸀μείζω μείζω WH NA28 RP ] μείζων Treg τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκέν§ δέδωκέν WH Treg NA28 ] ἔδωκέν RP μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃ* ἃ WH Treg NA28 ] + ἐγὼ RPποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, 37 καὶ ὁ πέμψας με πατὴρ ⸀ἐκεῖνος ἐκεῖνος WH Treg NA28 ] αὐτὸς RP μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτε ἀκηκόατε πώποτε ἀκηκόατε WH Treg NA28 ] ἀκηκόατε πώποτε RP οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ⸂ἐν ὑμῖν μένοντα§ ἐν ὑμῖν μένοντα WH Treg NA28 ] μένοντα ἐν ὑμῖν RP, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρʼ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

*5:1 ἦν WH Treg NA28 ] + ἡ RP

5:1 ἀνέβη WH Treg NA28 ] + ὁ RP

5:2 Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA28

§5:3 πλῆθος WH Treg NA28 ] + πολὺ RP

*5:3 ξηρῶν WH Treg NA28 ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP

5:5 τριάκοντα Treg RP ] + καὶ WH NA28

5:5 αὐτοῦ WH Treg NA28 ] – RP

§5:8 Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP

*5:10 καὶ WH Treg NA28 ] – RP

5:10 κράβαττον WH Treg RP ] + σου NA28

5:11 ὃς δὲ WH Treg ] ὁ δὲ NA28; – RP

§5:12 οὖν Treg RP ] – WH NA28

*5:12 Ἆρον WH NA28 ] + τὸν κράβαττόν σου Treg RP

5:14 σοί τι WH Treg NA28 ] τί σοι RP

5:15 ἀνήγγειλεν Treg NA28 RP ] εἶπεν WH

§5:16 οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP

*5:17 δὲ WH ] + Ἰησοῦς Treg NA28 RP

5:19 ἔλεγεν WH NA28 ] εἶπεν Treg RP

5:19 ἐὰν Treg NA28 RP ] ἂν WH

§5:25 ἀκούσουσιν WH Treg NA28 ] ἀκούσονται RP

*5:25 ζήσουσιν WH Treg NA28 ] ζήσονται RP

5:26 καὶ τῷ υἱῷ ἔδωκεν WH Treg NA28 ] ἔδωκεν καὶ τῷ υἱῷ RP

5:27 αὐτῷ WH Treg NA28 ] + καὶ RP

§5:28 ἀκούσουσιν WH Treg NA28 ] ἀκούσονται RP

*5:29 δὲ Treg NA28 RP ] – WH

5:30 με WH Treg NA28 ] + πατρός RP

5:36 μείζω WH NA28 RP ] μείζων Treg

§5:36 δέδωκέν WH Treg NA28 ] ἔδωκέν RP

*5:36 ἃ WH Treg NA28 ] + ἐγὼ RP

5:37 ἐκεῖνος WH Treg NA28 ] αὐτὸς RP

5:37 πώποτε ἀκηκόατε WH Treg NA28 ] ἀκηκόατε πώποτε RP

§5:38 ἐν ὑμῖν μένοντα WH Treg NA28 ] μένοντα ἐν ὑμῖν RP