4
Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου* πλήρης πνεύματος ἁγίου WH Treg NA28 ] πνεύματος ἁγίου πλήρης RP ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ ἐν τῇ ἐρήμῳ WH Treg NA28 ] εἰς τήν ἐρήμον RP ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν αὐτῶν WH Treg NA28 ] + ὕστερον RPἐπείνασεν. ⸂εἶπεν δὲ§ εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς* πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28 Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP · Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ὁ WH Treg NA28 ] – RP ⸀ἄνθρωπος ἄνθρωπος WH NA28 ] + ἀλλʼ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP
Καὶ ἀναγαγὼν ⸀αὐτὸν§ αὐτὸν WH Treg NA28 ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RPἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν* ἂν WH Treg ] ἐὰν NA28 RPθέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NA28 ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP · Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NA28 ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP καὶ αὐτῷ μόνῳ λατρεύσεις.
⸂Ἤγαγεν δὲ§ Ἤγαγεν δὲ WH Treg NA28 ] Καὶ ἤγαγεν RP αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν* ἔστησεν WH NA28 ] + αὐτὸν Treg RPἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ⸀ὅτι ὅτι WH Treg NA28 ] – RPἘπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
16 Καὶ ἦλθεν ⸀εἰς εἰς WH Treg NA28 ] + τὴν RPΝαζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου§ τοῦ προφήτου Ἠσαΐου WH Treg NA28 ] Ἠσαΐου τοῦ προφήτου RP καὶ ⸀ἀναπτύξας* ἀναπτύξας NA28 RP ] ἀνοίξας WH Tregτὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με με WH Treg NA28 ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RPεὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος§ Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NA28 ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP; 23 καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ* εἰς τὴν Καφαρναοὺμ WH NA28 ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἐπὶ NA28 RP ] – WH Tregἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας Σιδωνίας WH Treg NA28 ] Σιδῶνος RPπρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου§ ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NA28 ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν·* ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NA28 ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34 ⸀Ἔα Ἔα WH NA28 ] λέγων Ἔα Treg RP τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼ ἀπʼ WH Treg NA28 ] ἐξ RP αὐτοῦ. καὶ ῥίψαν αὐτὸ§ τὸ WH Treg NA28 ] – RP τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 Ἀναστὰς δὲ ⸀ἀπὸ* ἀπὸ WH Treg NA28 ] ἐκ RPτῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40 Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ἅπαντες WH NA28 ] πάντες Treg RP ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NA28 ] ἐπιθεὶς ἐθεράπευσεν RP αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντα§ κραυγάζοντα NA28 ] κράζοντα WH Treg RP καὶ λέγοντα ὅτι Σὺ ⸀εἶ* εἶ WH Treg NA28 ] + ὁ χριστὸς RPὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ ἐπὶ WH Treg NA28 ] εἰς RP τοῦτο ⸀ἀπεστάλην ἀπεστάλην WH Treg NA28 ] ἀπεστάλμαι RP 44 καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς§ εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP τῆς ⸀Ἰουδαίας* Ἰουδαίας WH NA28 ] Γαλιλαίας Treg RP

*4:1 πλήρης πνεύματος ἁγίου WH Treg NA28 ] πνεύματος ἁγίου πλήρης RP

4:1 ἐν τῇ ἐρήμῳ WH Treg NA28 ] εἰς τήν ἐρήμον RP

4:2 αὐτῶν WH Treg NA28 ] + ὕστερον RP

§4:3 εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP

*4:4 πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28 Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP

4:4 ὁ WH Treg NA28 ] – RP

4:4 ἄνθρωπος WH NA28 ] + ἀλλʼ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP

§4:5 αὐτὸν WH Treg NA28 ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP

*4:6 ἂν WH Treg ] ἐὰν NA28 RP

4:8 ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NA28 ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP

4:8 Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NA28 ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP

§4:9 Ἤγαγεν δὲ WH Treg NA28 ] Καὶ ἤγαγεν RP

*4:9 ἔστησεν WH NA28 ] + αὐτὸν Treg RP

4:11 ὅτι WH Treg NA28 ] – RP

4:16 εἰς WH Treg NA28 ] + τὴν RP

§4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NA28 ] Ἠσαΐου τοῦ προφήτου RP

*4:17 ἀναπτύξας NA28 RP ] ἀνοίξας WH Treg

4:18 με WH Treg NA28 ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP

4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP

§4:22 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NA28 ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP

*4:23 εἰς τὴν Καφαρναοὺμ WH NA28 ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP

4:25 ἐπὶ NA28 RP ] – WH Treg

4:26 Σιδωνίας WH Treg NA28 ] Σιδῶνος RP

§4:27 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NA28 ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP

*4:29 ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NA28 ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP

4:34 Ἔα WH NA28 ] λέγων Ἔα Treg RP

4:35 ἀπʼ WH Treg NA28 ] ἐξ RP

§4:35 τὸ WH Treg NA28 ] – RP

*4:38 ἀπὸ WH Treg NA28 ] ἐκ RP

4:40 ἅπαντες WH NA28 ] πάντες Treg RP

4:40 ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NA28 ] ἐπιθεὶς ἐθεράπευσεν RP

§4:41 κραυγάζοντα NA28 ] κράζοντα WH Treg RP

*4:41 εἶ WH Treg NA28 ] + ὁ χριστὸς RP

4:43 ἐπὶ WH Treg NA28 ] εἰς RP

4:43 ἀπεστάλην WH Treg NA28 ] ἀπεστάλμαι RP

§4:44 εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP

*4:44 Ἰουδαίας WH NA28 ] Γαλιλαίας Treg RP