21
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν* εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP πλουσίους. εἶδεν δέ ⸀τινα τινα WH Treg NA28 ] + καὶ RP χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη§ ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28 πλεῖον πάντων ἔβαλεν· ⸀πάντες* πάντες WH NA28 ] ἅπαντες Treg RP γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα πάντα WH Treg NA28 ] ἅπαντα RPτὸν βίον ὃν εἶχεν ἔβαλεν.
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ§ λίθῳ Treg NA28 RP ] + ὧδε WHὃς οὐ καταλυθήσεται.
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες* λέγοντες WH NA28 ] + ὃτι Treg RP Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ μὴ WH Treg NA28 ] + οὖν RPπορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP ⸂λιμοὶ καὶ λοιμοὶ§ λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα* σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg ἔσται.
12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς τὰς WH Treg NA28 ] – RP χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RPἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ⸀ἀποβήσεται§ ἀποβήσεται WH NA28 ] + δὲ Treg RPὑμῖν εἰς μαρτύριον. 14 ⸀θέτε* θέτε WH Treg NA28 ] Θέσθε RP οὖν ⸂ἐν ταῖς καρδίαις ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP ⸀ἅπαντες§ ἅπαντες WH Treg NA28 ] πάντες RPοἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων* ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε κτήσασθε NA28 RP ] κτήσεσθε WH Tregτὰς ψυχὰς ὑμῶν.
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων στρατοπέδων WH Treg NA28 ] + τὴν RPἸερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 ⸀οὐαὶ§ οὐαὶ WH Treg NA28 ] + δὲ RP ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ* ὀργὴ WH Treg NA28 ] + ἐν RPτῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP , καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ οὗ WH Treg NA28 ] – RP ⸀πληρωθῶσιν§ πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WHκαιροὶ ἐθνῶν.
25 Καὶ ⸀ἔσονται* ἔσονται WH Treg NA28 ] ἔσται RP σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους ἤχους WH Treg NA28 ] ἠχούσης RPθαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι§ ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος* ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε ⸀δὲ δὲ WH Treg NA28 ] οὖν RP ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε§ κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP ἐκφυγεῖν ⸀ταῦτα* ταῦτα WH Treg NA28 ] – RPπάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

*21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP

21:2 τινα WH Treg NA28 ] + καὶ RP

21:2 λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP

§21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28

*21:4 πάντες WH NA28 ] ἅπαντες Treg RP

21:4 δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP

21:4 πάντα WH Treg NA28 ] ἅπαντα RP

§21:6 λίθῳ Treg NA28 RP ] + ὧδε WH

*21:8 λέγοντες WH NA28 ] + ὃτι Treg RP

21:8 μὴ WH Treg NA28 ] + οὖν RP

21:11 καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP

§21:11 λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg

*21:11 σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg

21:12 τὰς WH Treg NA28 ] – RP

21:12 ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RP

§21:13 ἀποβήσεται WH NA28 ] + δὲ Treg RP

*21:14 θέτε WH Treg NA28 ] Θέσθε RP

21:14 ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP

21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP

§21:15 ἅπαντες WH Treg NA28 ] πάντες RP

*21:16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP

21:19 κτήσασθε NA28 RP ] κτήσεσθε WH Treg

21:20 στρατοπέδων WH Treg NA28 ] + τὴν RP

§21:23 οὐαὶ WH Treg NA28 ] + δὲ RP

*21:23 ὀργὴ WH Treg NA28 ] + ἐν RP

21:24 τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP

21:24 οὗ WH Treg NA28 ] – RP

§21:24 πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WH

*21:25 ἔσονται WH Treg NA28 ] ἔσται RP

21:25 ἤχους WH Treg NA28 ] ἠχούσης RP

21:33 παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP

§21:34 ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg

*21:34 ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP

21:35 ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP

21:36 δὲ WH Treg NA28 ] οὖν RP

§21:36 κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP

*21:36 ταῦτα WH Treg NA28 ] – RP

21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg