7
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκ* ἐκ WH Treg NA28 ] ἀπὸ RPάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NA28 ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸀καταπατήσουσιν καταπατήσουσιν WH Treg NA28 ] καταπατήσωσιν RPαὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται§ ἀνοιγήσεται WH NA28 RP ] ἀνοίγεται Treg ἢ τίς ⸀ἐστιν* ἐστιν NA28 RP ] – WH Treg ἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσει αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ NIV RPὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 ⸀ἢ ἢ WH Treg NA28 ] – RP καὶ ⸂ἰχθὺν αἰτήσει§ ἰχθὺν αἰτήσει WH Treg NA28 ] ἐὰν ἰχθὺν αἰτήσῃ RP— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
12 Πάντα οὖν ὅσα ⸀ἐὰν* ἐὰν WH NA28 ] ἂν Treg RPθέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη ἡ πύλη Treg NA28 RP ] – WH καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς· 14 ⸀ὅτι ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA28στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15 ⸀Προσέχετε§ Προσέχετε WH NA28 ] + δὲ Treg RPἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰς* σταφυλὰς WH Treg NA28 ] σταφυλήν RPἢ ἀπὸ τριβόλων σῦκα; 17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν ποιεῖν Treg NA28 RP ] ἐνεγκεῖν WH οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21 Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖς τοῖς WH Treg NA28 ] – RPοὐρανοῖς. 22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεται§ ὁμοιωθήσεται WH Treg NA28 ] ὁμοιώσω αὐτὸν RP ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν* αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP ἐπὶ τὴν πέτραν. 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP ἐπὶ τὴν ἄμμον. 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσεν ἐτέλεσεν WH Treg NA28 ] συνετέλεσεν RPὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν§ αὐτῶν WH Treg NA28 ] – RP

*7:4 ἐκ WH Treg NA28 ] ἀπὸ RP

7:5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NA28 ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP

7:6 καταπατήσουσιν WH Treg NA28 ] καταπατήσωσιν RP

§7:8 ἀνοιγήσεται WH NA28 RP ] ἀνοίγεται Treg

*7:9 ἐστιν NA28 RP ] – WH Treg

7:9 αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ NIV RP

7:10 ἢ WH Treg NA28 ] – RP

§7:10 ἰχθὺν αἰτήσει WH Treg NA28 ] ἐὰν ἰχθὺν αἰτήσῃ RP

*7:12 ἐὰν WH NA28 ] ἂν Treg RP

7:13 ἡ πύλη Treg NA28 RP ] – WH

7:14 ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA28

§7:15 Προσέχετε WH NA28 ] + δὲ Treg RP

*7:16 σταφυλὰς WH Treg NA28 ] σταφυλήν RP

7:18 ποιεῖν Treg NA28 RP ] ἐνεγκεῖν WH

7:21 τοῖς WH Treg NA28 ] – RP

§7:24 ὁμοιωθήσεται WH Treg NA28 ] ὁμοιώσω αὐτὸν RP

*7:24 αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP

7:26 αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP

7:28 ἐτέλεσεν WH Treg NA28 ] συνετέλεσεν RP

§7:29 αὐτῶν WH Treg NA28 ] – RP