22
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς* ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃς ⸀ὃς WH Treg NA28 ] ὁ RP μὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς§ ⸁ὃς WH Treg NA28 ] ὁ RP δὲ ⸀ἐπὶ* ἐπὶ WH Treg NA28 ] εἰς RPτὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ⸂ὁ δὲ βασιλεὺς ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰν ἐὰν WH Treg NA28 ] ἂν RPεὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓς§ οὓς WH NA28 ] ὅσους Treg RP εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμος* γάμος Treg NA28 RP ] νυμφὼν WHἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε ⸂ὁ βασιλεὺς εἶπεν ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες§ λέγοντες NA28 RP ] λέγοντας WH Treg Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν ⸀αὐτῷ* αὐτῷ Treg NA28 RP ] – WH Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RPμὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας γήμας WH Treg NA28 ] γαμήσας RPἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ§ ἡ WH NA28 ] καὶ ἡ Treg RPγυνή. 28 ἐν τῇ ⸂ἀναστάσει οὖν* ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦ θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28 ἐν ⸀τῷ§ τῷ WH Treg NA28 ] – RPοὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι ὁ θεὸς* ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmargἈβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ ⸀δὲ δὲ WH Treg NA28 ] + Ἰησοῦς RP ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ§ ⸀τῇ Treg NA28 ] – WH RP καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ* ⸁τῇ WH Treg NA28 ] – RPψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP ἐντολή. 39 Δευτέρα ⸀δὲ δὲ Treg NA28 RP ] – WH ὁμοία ⸀αὐτῇ§ αὐτῇ Treg NA28 RP ] αὕτη WH Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται* κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP λέγων· 44 ⸀Εἶπεν Εἶπεν WH Treg NA28 ] + ὁ RP κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω§ ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RPτῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ* ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

*22:1 ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP

22:4 ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP

22:5 ⸀ὃς WH Treg NA28 ] ὁ RP

§22:5 ⸁ὃς WH Treg NA28 ] ὁ RP

*22:5 ἐπὶ WH Treg NA28 ] εἰς RP

22:7 ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP

22:9 ἐὰν WH Treg NA28 ] ἂν RP

§22:10 οὓς WH NA28 ] ὅσους Treg RP

*22:10 γάμος Treg NA28 RP ] νυμφὼν WH

22:13 ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP

22:13 ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP

§22:16 λέγοντες NA28 RP ] λέγοντας WH Treg

*22:21 αὐτῷ Treg NA28 RP ] – WH

22:23 λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP

22:25 γήμας WH Treg NA28 ] γαμήσας RP

§22:27 ἡ WH NA28 ] καὶ ἡ Treg RP

*22:28 ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP

22:30 γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP

22:30 θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28

§22:30 τῷ WH Treg NA28 ] – RP

*22:32 ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg

22:35 αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP

22:37 δὲ WH Treg NA28 ] + Ἰησοῦς RP

§22:37 ⸀τῇ Treg NA28 ] – WH RP

*22:37 ⸁τῇ WH Treg NA28 ] – RP

22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP

22:39 δὲ Treg NA28 RP ] – WH

§22:39 αὐτῇ Treg NA28 RP ] αὕτη WH

*22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP

22:43 καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP

22:44 Εἶπεν WH Treg NA28 ] + ὁ RP

§22:44 ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP

*22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP