4
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται* συνάγεται WH Treg NA28 ] συνήχθη RP πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος πλεῖστος WH Treg NA28 ] πολύς RP ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα εἰς πλοῖον ἐμβάντα WH Treg NA28 ] ἐμβάντα εἰς τὸ πλοῖον RP καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν§ ἦσαν WH Treg NA28 ] ἦν RP καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων* σπείρων WH NA28 ] + τοῦ Treg RPσπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. ⸂καὶ ἄλλο καὶ ἄλλο WH Treg NA28 ] Ἄλλο δὲ RP ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου ὅπου NA28 RP ] καὶ ὅπου WH Treg οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς§ εὐθὺς WH Treg NA28 ] εὐθέως RPἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος* καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NA28 ] ἡλίου δὲ ἀνατείλαντος RP ⸀ἐκαυματίσθη ἐκαυματίσθη WH RP NA28 ] ἐκαυματίσθησαν Treg NIVκαὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ ⸀ἄλλα ἄλλα WH NA28 ] ἄλλο Treg RP ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα§ αὐξανόμενα WH NA28 ] αὐξανόμενον Treg; αὐξάνοντα RP καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν* ἓν … ἓν … ἓν NA28 ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP ἑκατόν. καὶ ἔλεγεν· ⸂Ὃς ἔχει Ὃς ἔχει WH Treg NA28 ] Ὃ ἔχων RP ὦτα ἀκούειν ἀκουέτω.
10 ⸂Καὶ ὅτε Καὶ ὅτε WH Treg NA28 ] Ὅτε δὲ RP ἐγένετο κατὰ μόνας, ⸀ἠρώτων§ ἠρώτων WH Treg NA28 ] ἠρώτησαν RP αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς* τὰς παραβολάς WH Treg NA28 ] τὴν παραβολήν RP. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται τὸ μυστήριον δέδοται WH Treg NA28 ] δέδοται γνῶναι τὸ μυστήριον RP τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς αὐτοῖς WH Treg NA28 ] + τὰ ἁμαρτήματα RP
13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺς§ εὐθὺς WH Treg NA28 ] εὐθέως RP ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς* εἰς αὐτούς WH Treg NA28 ] ἐν ταῖς καρδίαις αὐτῶν RP. 16 καὶ οὗτοί εἰσιν ⸀ὁμοίως ὁμοίως WH Treg NIV RP ] – NA28 οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς εὐθὺς WH Treg NA28 ] εὐθέως RPμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς§ εὐθὺς WH Treg NA28 ] εὐθέως RPσκανδαλίζονται. 18 καὶ ⸀ἄλλοι* ἄλλοι WH Treg NA28 ] οὗτοί RP εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν οὗτοί εἰσιν WH Treg NA28 ] – RP οἱ τὸν λόγον ⸀ἀκούσαντες ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP 19 καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος§ αἰῶνος WH Treg NA28 ] + τούτου RP; βίου NIVκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ ⸀ἐκεῖνοί* ἐκεῖνοί WH Treg NA28 ] οὗτοί RP εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἓν … ἓν … ἓν NA28 ] ἐν … ἐν … ἐν WH Treg RP ἑκατόν.
21 Καὶ ἔλεγεν ⸀αὐτοῖς αὐτοῖς Treg NA28 RP ] + ὅτι WH Μήτι ⸂ἔρχεται ὁ λύχνος§ ἔρχεται ὁ λύχνος WH Treg NA28 ] ὁ λύχνος ἔρχεται RP ἵνα ὑπὸ τὸν μόδιον τεθῇ* τεθῇ WH Treg NA28 ] ἐπιτεθῇ RPἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ; 22 οὐ γάρ ἐστιν ⸀κρυπτὸν κρυπτὸν WH Treg NA28 ] τι κρυπτόν, ὃ RP ἐὰν μὴ ⸀ἵνα ἵνα WH NA28 ] – Treg RP φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν§ ἔλθῃ εἰς φανερόν WH Treg NA28 ] εἰς φανερὸν ἔλθῃ RP. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν* ὑμῖν WH Treg NA28 ] + τοῖς ἀκούουσιν RPκαὶ προστεθήσεται ⸀ὑμῖν. 25 ὃς γὰρ ⸀ἔχει ἔχει WH Treg NA28 ] ἂν ἔχῃ RP δοθήσεται αὐτῷ· καὶ ὃ ὃ WH NA28 RP ] ὃς Treg οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς§ ὡς WH Treg NA28 ] + ἐὰν RPἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ* βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RPκαὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 ⸀αὐτομάτη αὐτομάτη WH Treg NA28 ] + γὰρ RP ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH ⸂πλήρης σῖτον§ πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ ⸀παραδοῖ* παραδοῖ WH Treg NA28 ] παραδῷ RP ὁ καρπός, ⸀εὐθὺς εὐθὺς WH Treg NA28 ] εὐθέως RPἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 Καὶ ἔλεγεν· ⸀Πῶς Πῶς WH Treg NA28 ] Τίνι RP ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι§ τίνι WH Treg NA28 ] ποίᾳ RP ⸂αὐτὴν παραβολῇ θῶμεν* αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP; 31 ὡς ⸀κόκκῳ κόκκῳ WH NA28 ] κόκκον Treg RP σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—§ σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων* μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP ἐπέλυεν πάντα.
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα πλοῖα WH Treg NA28 ] δὲ πλοιάρια RPἦν μετʼ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου§ μεγάλη ἀνέμου WH Treg NA28 ] ἀνέμου μεγάλη RP , ⸂καὶ τὰ* καὶ τὰ WH Treg NA28 ] τὰ δὲ RP κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NA28 ] αὐτὸ ἤδη γεμίζεσθα RP. 38 καὶ ⸂αὐτὸς ἦν αὐτὸς ἦν WH NA28 ] ἦν αὐτὸς Treg RP ⸀ἐν§ ἐν WH Treg NA28 ] ἐπὶ RP τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν* ἐγείρουσιν WH Treg NA28 ] διεγείρουσιν RPαὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω οὔπω WH Treg NA28 ] οὕτως Πῶς οὐκ RPἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει ὑπακούει WH Treg NA28 ] ὑπακούουσιν RPαὐτῷ;

*4:1 συνάγεται WH Treg NA28 ] συνήχθη RP

4:1 πλεῖστος WH Treg NA28 ] πολύς RP

4:1 εἰς πλοῖον ἐμβάντα WH Treg NA28 ] ἐμβάντα εἰς τὸ πλοῖον RP

§4:1 ἦσαν WH Treg NA28 ] ἦν RP

*4:3 σπείρων WH NA28 ] + τοῦ Treg RP

4:5 καὶ ἄλλο WH Treg NA28 ] Ἄλλο δὲ RP

4:5 ὅπου NA28 RP ] καὶ ὅπου WH Treg

§4:5 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

*4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NA28 ] ἡλίου δὲ ἀνατείλαντος RP

4:6 ἐκαυματίσθη WH RP NA28 ] ἐκαυματίσθησαν Treg NIV

4:8 ἄλλα WH NA28 ] ἄλλο Treg RP

§4:8 αὐξανόμενα WH NA28 ] αὐξανόμενον Treg; αὐξάνοντα RP

*4:8 ἓν … ἓν … ἓν NA28 ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP

4:9 Ὃς ἔχει WH Treg NA28 ] Ὃ ἔχων RP

4:10 Καὶ ὅτε WH Treg NA28 ] Ὅτε δὲ RP

§4:10 ἠρώτων WH Treg NA28 ] ἠρώτησαν RP

*4:10 τὰς παραβολάς WH Treg NA28 ] τὴν παραβολήν RP

4:11 τὸ μυστήριον δέδοται WH Treg NA28 ] δέδοται γνῶναι τὸ μυστήριον RP

4:12 αὐτοῖς WH Treg NA28 ] + τὰ ἁμαρτήματα RP

§4:15 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

*4:15 εἰς αὐτούς WH Treg NA28 ] ἐν ταῖς καρδίαις αὐτῶν RP

4:16 ὁμοίως WH Treg NIV RP ] – NA28

4:16 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

§4:17 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

*4:18 ἄλλοι WH Treg NA28 ] οὗτοί RP

4:18 οὗτοί εἰσιν WH Treg NA28 ] – RP

4:18 ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP

§4:19 αἰῶνος WH Treg NA28 ] + τούτου RP; βίου NIV

*4:20 ἐκεῖνοί WH Treg NA28 ] οὗτοί RP

4:20 ἓν … ἓν … ἓν NA28 ] ἐν … ἐν … ἐν WH Treg RP

4:21 αὐτοῖς Treg NA28 RP ] + ὅτι WH

§4:21 ἔρχεται ὁ λύχνος WH Treg NA28 ] ὁ λύχνος ἔρχεται RP

*4:21 τεθῇ WH Treg NA28 ] ἐπιτεθῇ RP

4:22 κρυπτὸν WH Treg NA28 ] τι κρυπτόν, ὃ RP

4:22 ἵνα WH NA28 ] – Treg RP

§4:22 ἔλθῃ εἰς φανερόν WH Treg NA28 ] εἰς φανερὸν ἔλθῃ RP

*4:24 ὑμῖν WH Treg NA28 ] + τοῖς ἀκούουσιν RP

4:25 ἔχει WH Treg NA28 ] ἂν ἔχῃ RP

4:25 ὃ WH NA28 RP ] ὃς Treg

§4:26 ὡς WH Treg NA28 ] + ἐὰν RP

*4:27 βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RP

4:28 αὐτομάτη WH Treg NA28 ] + γὰρ RP

4:28 εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH

§4:28 πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg

*4:29 παραδοῖ WH Treg NA28 ] παραδῷ RP

4:29 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

4:30 Πῶς WH Treg NA28 ] Τίνι RP

§4:30 τίνι WH Treg NA28 ] ποίᾳ RP

*4:30 αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP

4:31 κόκκῳ WH NA28 ] κόκκον Treg RP

4:31 μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP

§4:31 σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP

*4:32 μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP

4:34 ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP

4:36 πλοῖα WH Treg NA28 ] δὲ πλοιάρια RP

§4:37 μεγάλη ἀνέμου WH Treg NA28 ] ἀνέμου μεγάλη RP

*4:37 καὶ τὰ WH Treg NA28 ] τὰ δὲ RP

4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NA28 ] αὐτὸ ἤδη γεμίζεσθα RP

4:38 αὐτὸς ἦν WH NA28 ] ἦν αὐτὸς Treg RP

§4:38 ἐν WH Treg NA28 ] ἐπὶ RP

*4:38 ἐγείρουσιν WH Treg NA28 ] διεγείρουσιν RP

4:40 οὔπω WH Treg NA28 ] οὕτως Πῶς οὐκ RP

4:41 ὑπακούει WH Treg NA28 ] ὑπακούουσιν RP