3
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·
Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν* ἔμελλον ἀποθανεῖν WH Treg NA28 ] ἔμελλες ἀποβάλλειν RP , οὐ γὰρ εὕρηκά σου ⸀τὰ τὰ Treg NA28 RP ] – WHἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξω ἥξω WH Treg NA28 ] + ἐπί σε RP ὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷς§ γνῷς WH NA28 RP ] γνώσῃ Tregποίαν ὥραν ἥξω ἐπὶ σέ· ἀλλὰ ⸂ἔχεις ὀλίγα* ἔχεις ὀλίγα WH Treg NA28 ] ὀλίγα ἔχεις RP ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. ὁ νικῶν ⸀οὕτως οὕτως WH Treg NA28 ] οὗτος RPπεριβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸀Δαυίδ Δαυίδ WH Treg NA28 ] τοῦ Δαυίδ RP ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, ⸂καὶ κλείων§ καὶ κλείων WH Treg NA28 ] αὐτήν εἴ μὴ ὁ ἀνοίγων RP καὶ οὐδεὶς ⸀ἀνοίγει* ἀνοίγει WH Treg NA28 ] ἀνοίξει RP
Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. ἰδοὺ ⸀διδῶ διδῶ WH Treg NA28 ] δίδωμι RP ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ⸂ἥξουσιν καὶ προσκυνήσουσιν ἥξουσιν καὶ προσκυνήσουσιν WH Treg NA28 ] ἥξωσιν καὶ προσκυνήσωσιν RP ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸀ἐγὼ§ ἐγὼ WH Treg NA28 ] – RPἠγάπησά σε. 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ ⸀καταβαίνουσα* καταβαίνουσα WH Treg NA28 ] καταβαίνει RPἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς ⸀καὶ καὶ Treg NA28 RP ] + ὁ WHἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτε οὔτε WH Treg NA28 ] οὐ RPζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι§ ὅτι WH Treg NA28 ] – RP λέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲν* οὐδὲν WH Treg NA28 ] οὐδενὸς RP χρείαν ἔχω, καὶ καὶ WH Treg NA28 ] + ὁ RPοὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18 συμβουλεύω σοι ἀγοράσαι ⸂παρʼ ἐμοῦ χρυσίον παρʼ ἐμοῦ χρυσίον WH Treg NA28 ] χρυσίον παρʼ ἐμοῦ RP πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ⸀ἐγχρῖσαι§ ἐγχρῖσαι WH Treg NA28 ] ἵνα ἐγχρίσῃ RPτοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευε* ζήλευε WH Treg NA28 ] ζήλωσον RPοὖν καὶ μετανόησον. 20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ καὶ NA28 RP ] – WH Tregκρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ. 21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

*3:2 ἔμελλον ἀποθανεῖν WH Treg NA28 ] ἔμελλες ἀποβάλλειν RP

3:2 τὰ Treg NA28 RP ] – WH

3:3 ἥξω WH Treg NA28 ] + ἐπί σε RP

§3:3 γνῷς WH NA28 RP ] γνώσῃ Treg

*3:4 ἔχεις ὀλίγα WH Treg NA28 ] ὀλίγα ἔχεις RP

3:5 οὕτως WH Treg NA28 ] οὗτος RP

3:7 Δαυίδ WH Treg NA28 ] τοῦ Δαυίδ RP

§3:7 καὶ κλείων WH Treg NA28 ] αὐτήν εἴ μὴ ὁ ἀνοίγων RP

*3:7 ἀνοίγει WH Treg NA28 ] ἀνοίξει RP

3:9 διδῶ WH Treg NA28 ] δίδωμι RP

3:9 ἥξουσιν καὶ προσκυνήσουσιν WH Treg NA28 ] ἥξωσιν καὶ προσκυνήσωσιν RP

§3:9 ἐγὼ WH Treg NA28 ] – RP

*3:12 καταβαίνουσα WH Treg NA28 ] καταβαίνει RP

3:14 καὶ Treg NA28 RP ] + ὁ WH

3:16 οὔτε WH Treg NA28 ] οὐ RP

§3:17 ὅτι WH Treg NA28 ] – RP

*3:17 οὐδὲν WH Treg NA28 ] οὐδενὸς RP

3:17 καὶ WH Treg NA28 ] + ὁ RP

3:18 παρʼ ἐμοῦ χρυσίον WH Treg NA28 ] χρυσίον παρʼ ἐμοῦ RP

§3:18 ἐγχρῖσαι WH Treg NA28 ] ἵνα ἐγχρίσῃ RP

*3:19 ζήλευε WH Treg NA28 ] ζήλωσον RP

3:20 καὶ NA28 RP ] – WH Treg