7
⸀Μετὰ* Μετὰ WH NA28 ] Καὶ μετὰ Treg RP τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶν πᾶν WH NA28 ] τι Treg RPδένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ⸀ἄχρι ἄχρι WH Treg NA28 ] + οὗ RPσφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸀ἑκατὸν§ ἑκατὸν WH Treg NA28 ] + καὶ RP τεσσεράκοντα τέσσαρες χιλιάδες, ⸀ἐσφραγισμένοι* ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμένων RPἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP
ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,
ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,
ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP
ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι.
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸀αὐτὸν§ αὐτὸν WH Treg NA28 ] – RP οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτες* ἑστῶτες WH Treg NA28 ] ἑστώτας RP ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ⸀φοίνικες φοίνικες WH Treg NA28 ] φοίνικας RPἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 14 καὶ ⸀εἴρηκα εἴρηκα WH Treg NA28 ] εἶπον RP αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ⸀αὐτὰς§ αὐτὰς WH Treg NA28 ] – RPἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου* τοῦ θρόνου WH Treg NA28 ] τῷ θρόνῳ RPτοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσει ἐπʼ αὐτούς. 16 οὐ πεινάσουσιν ἔτι ⸀οὐδὲ οὐδὲ WH Treg NA28 ] οὐδʼ οὐ RPδιψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸀ποιμανεῖ ποιμανεῖ WH Treg NA28 ] ποιμαίνει RP αὐτούς, καὶ ⸀ὁδηγήσει§ ὁδηγήσει WH Treg NA28 ] ὁδηγεῖ RPαὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

*7:1 Μετὰ WH NA28 ] Καὶ μετὰ Treg RP

7:1 πᾶν WH NA28 ] τι Treg RP

7:3 ἄχρι WH Treg NA28 ] + οὗ RP

§7:4 ἑκατὸν WH Treg NA28 ] + καὶ RP

*7:4 ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμένων RP

7:5 ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP

7:8 ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP

§7:9 αὐτὸν WH Treg NA28 ] – RP

*7:9 ἑστῶτες WH Treg NA28 ] ἑστώτας RP

7:9 φοίνικες WH Treg NA28 ] φοίνικας RP

7:14 εἴρηκα WH Treg NA28 ] εἶπον RP

§7:14 αὐτὰς WH Treg NA28 ] – RP

*7:15 τοῦ θρόνου WH Treg NA28 ] τῷ θρόνῳ RP

7:16 οὐδὲ WH Treg NA28 ] οὐδʼ οὐ RP

7:17 ποιμανεῖ WH Treg NA28 ] ποιμαίνει RP

§7:17 ὁδηγήσει WH Treg NA28 ] ὁδηγεῖ RP