12
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα· ⸂καὶ κράζει* καὶ κράζει WH NA28 ] κράζει Treg; ἔκραζεν RP ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων ⸂μέγας πυρρός μέγας πυρρός WH NA28 ] πυρρὸς μέγας Treg RP, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱόν, ⸀ἄρσεν ἄρσεν WH Treg NA28 ] ἄρρενα RP ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ⸀ἀπὸ§ ἀπὸ WH Treg NA28 ] ὑπὸ RP τοῦ θεοῦ, ἵνα ἐκεῖ ⸀τρέφωσιν* τρέφωσιν WH NA28 ] τρέφουσιν Treg; ἐκτρέφωσιν RPαὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ WH Treg NA28 ] – RP⸀τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ ⸀ἴσχυσεν ἴσχυσεν WH NA28 RP ] ἴσχυσαν Treg οὐδὲ τόπος εὑρέθη ⸀αὐτῶν§ αὐτῶν WH Treg NA28 ] αὐτῷ RPἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ * ὁ WH Treg NA28 ] – RPδράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ⸀ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετʼ αὐτοῦ ἐβλήθησαν.
10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ ⸀κατήγωρ κατήγωρ WH NA28 ] κατήγορος Treg RP τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν ⸀αὐτοὺς αὐτοὺς WH NA28 ] αὐτῶν Treg RPἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12 διὰ τοῦτο εὐφραίνεσθε, ⸀οἱ§ οἱ NA28 ] – WH Treg RP οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ ⸂τὴν γῆν καὶ τὴν θάλασσαν* τὴν γῆν καὶ τὴν θάλασσαν WH Treg NA28 ] τῇ γῇ καὶ τῇ θαλάσσῃ RP , ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. 14 καὶ ἐδόθησαν τῇ γυναικὶ ⸀αἱ αἱ WH Treg NA28 ] – RP δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ⸂ὅπου τρέφεται ὅπου τρέφεται WH Treg NA28 ] ὅπως τρέφηται RP ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. 15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· 17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 18 καὶ ⸀ἐστάθη§ ἐστάθη WH Treg NA28 ] ἐστάθην RPἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

*12:2 καὶ κράζει WH NA28 ] κράζει Treg; ἔκραζεν RP

12:3 μέγας πυρρός WH NA28 ] πυρρὸς μέγας Treg RP

12:5 ἄρσεν WH Treg NA28 ] ἄρρενα RP

§12:6 ἀπὸ WH Treg NA28 ] ὑπὸ RP

*12:6 τρέφωσιν WH NA28 ] τρέφουσιν Treg; ἐκτρέφωσιν RP

12:7 τοῦ WH Treg NA28 ] – RP

12:8 ἴσχυσεν WH NA28 RP ] ἴσχυσαν Treg

§12:8 αὐτῶν WH Treg NA28 ] αὐτῷ RP

*12:9 ὁ WH Treg NA28 ] – RP

12:10 κατήγωρ WH NA28 ] κατήγορος Treg RP

12:10 αὐτοὺς WH NA28 ] αὐτῶν Treg RP

§12:12 οἱ NA28 ] – WH Treg RP

*12:12 τὴν γῆν καὶ τὴν θάλασσαν WH Treg NA28 ] τῇ γῇ καὶ τῇ θαλάσσῃ RP

12:14 αἱ WH Treg NA28 ] – RP

12:14 ὅπου τρέφεται WH Treg NA28 ] ὅπως τρέφηται RP

§12:18 ἐστάθη WH Treg NA28 ] ἐστάθην RP