10
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησις* δέησις WH Treg NA28 ] + ἡ RP πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν αὐτῶν WH Treg NA28 ] τοῦ Ἰσραήλ ἐστιν RPεἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν, ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ἰδίαν WH Treg ] + δικαιοσύνην NA28 RPζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου§ ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NA28 RP ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.* τοῦ NA28 RP ] – WH Treg ποιήσας WH ] + αὐτὰ Treg NA28 RP αὐτῇ WH Treg ] αὐτοῖς NA28 RP ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν ⸀ὁμολογήσῃς§ ὁμολογήσῃς Treg NA28 RP ] + τὸ ῥῆμα WH ἐν τῷ στόματί ⸀σου* σου Treg NA28 RP ] + ὅτι WHκύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 Πῶς οὖν ⸀ἐπικαλέσωνται ἐπικαλέσωνται WH Treg NA28 ] ἐπικαλέσονται RP εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσιν πιστεύσωσιν WH Treg NA28 ] πιστεύσουσιν RP οὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσιν§ ἀκούσωσιν WH Treg NA28 ] ἀκούσουσιν RPχωρὶς κηρύσσοντος; 15 πῶς δὲ ⸀κηρύξωσιν* κηρύξωσιν WH Treg NA28 ] κηρύξουσιν RP ἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼς καθὼς Treg NA28 RP ] καθάπερ WH γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων εὐαγγελιζομένων WH Treg NA28 ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP ⸀τὰ§ τὰ NA28 RP ] – WH Tregἀγαθά. 16 ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ* Χριστοῦ WH Treg NA28 ] θεοῦ RP
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω Ἰσραὴλ οὐκ ἔγνω WH Treg NA28 ] οὐκ ἔγνω Ἰσραὴλ RP; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐν ἐν Treg NA28 ] – WH RP τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμην§ ἐγενόμην WH NA28 RP ] + ἐν Tregτοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

*10:1 δέησις WH Treg NA28 ] + ἡ RP

10:1 αὐτῶν WH Treg NA28 ] τοῦ Ἰσραήλ ἐστιν RP

10:3 ἰδίαν WH Treg ] + δικαιοσύνην NA28 RP

§10:5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NA28 RP

*10:5 τοῦ NA28 RP ] – WH Treg

10:5 ποιήσας WH ] + αὐτὰ Treg NA28 RP

10:5 αὐτῇ WH Treg ] αὐτοῖς NA28 RP

§10:9 ὁμολογήσῃς Treg NA28 RP ] + τὸ ῥῆμα WH

*10:9 σου Treg NA28 RP ] + ὅτι WH

10:14 ἐπικαλέσωνται WH Treg NA28 ] ἐπικαλέσονται RP

10:14 πιστεύσωσιν WH Treg NA28 ] πιστεύσουσιν RP

§10:14 ἀκούσωσιν WH Treg NA28 ] ἀκούσουσιν RP

*10:15 κηρύξωσιν WH Treg NA28 ] κηρύξουσιν RP

10:15 καθὼς Treg NA28 RP ] καθάπερ WH

10:15 εὐαγγελιζομένων WH Treg NA28 ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP

§10:15 τὰ NA28 RP ] – WH Treg

*10:17 Χριστοῦ WH Treg NA28 ] θεοῦ RP

10:19 Ἰσραὴλ οὐκ ἔγνω WH Treg NA28 ] οὐκ ἔγνω Ἰσραὴλ RP

10:20 ἐν Treg NA28 ] – WH RP

§10:20 ἐγενόμην WH NA28 RP ] + ἐν Treg