13
1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ ⸀οὖσαι* οὖσαι WH Treg NA28 ] + ἐξουσίαι RP ⸀ὑπὸ† ὑπὸ WH Treg NA28 ] + τοῦ RPθεοῦ τεταγμέναι εἰσίν. 2 ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. 3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος ⸂τῷ ἀγαθῷ ἔργῳ‡ τῷ ἀγαθῷ ἔργῳ WH Treg NA28 ] τῶν ἀγαθῶν ἔργων RP ἀλλὰ ⸂τῷ κακῷ§ τῷ κακῷ WH Treg NA28 ] τῶν κακῶν RP. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4 θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 5 διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, 6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7 ⸀ἀπόδοτε* ἀπόδοτε WH Treg NA28 ] + οὖν RPπᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ⸂ἀλλήλους ἀγαπᾶν† ἀλλήλους ἀγαπᾶν WH Treg NA28 ] ἀγαπᾶν ἀλλήλους RP· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 9 τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸂τῷ λόγῳ τούτῳ‡ τῷ λόγῳ τούτῳ WH Treg NA28 ] τούτῳ τῷ λόγῳ RP ἀνακεφαλαιοῦται, ⸂ἐν τῷ§ ἐν τῷ WH Treg RP NA28 ] – NIV· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς* ἤδη ὑμᾶς WH NA28 ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ⸀ἀποβαλώμεθα† ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NA28 RP οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθα δὲ‡ ἐνδυσώμεθα δὲ WH Treg NA28 ] καὶ ἐνδυσώμεθα RP τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
*13:1 οὖσαι WH Treg NA28 ] + ἐξουσίαι RP
†13:1 ὑπὸ WH Treg NA28 ] + τοῦ RP
‡13:3 τῷ ἀγαθῷ ἔργῳ WH Treg NA28 ] τῶν ἀγαθῶν ἔργων RP
§13:3 τῷ κακῷ WH Treg NA28 ] τῶν κακῶν RP
*13:7 ἀπόδοτε WH Treg NA28 ] + οὖν RP
†13:8 ἀλλήλους ἀγαπᾶν WH Treg NA28 ] ἀγαπᾶν ἀλλήλους RP
‡13:9 τῷ λόγῳ τούτῳ WH Treg NA28 ] τούτῳ τῷ λόγῳ RP
§13:9 ἐν τῷ WH Treg RP NA28 ] – NIV
*13:11 ἤδη ὑμᾶς WH NA28 ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
†13:12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NA28 RP
‡13:12 ἐνδυσώμεθα δὲ WH Treg NA28 ] καὶ ἐνδυσώμεθα RP