3
1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 2 Δεῖ οὖν τὸν ἐπίσκοπον * ανεπιληπτον ¦ ανεπιλημπτον CTἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, † νηφαλεον ¦ νηφαλιον ANT CT PCK SCRνηφάλεον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν· 3 μὴ πάροινον, μὴ πλήκτην, ‡ μη αισχροκερδη 69.5% ¦ — CT 29.5%μὴ αἰσχροκερδῆ, § αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον· 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. 5 Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; 6 Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. 7 Δεῖ δὲ * αυτον ¦ — CTαὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. 11 Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, † νηφαλεους ¦ νηφαλιους ANT CT PCK SCRνηφαλέους, πιστὰς ἐν πᾶσι. 12 Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε ‡ ταχιον 90.4% ¦ εν ταχει NA SBL WH 1.7%τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·
§ θεος ¦ ος CTΘεὸς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ,
* ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη ἐν δόξῃ.