5
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους, ὡς ἀδελφούς· πρεσβυτέρας, ὡς μητέρας· νεωτέρας, ὡς ἀδελφάς, ἐν πάσῃ * αγνεια ¦ αγνια WHἁγνείᾳ.
Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν αποδεκτον ¦ καλον και αποδεκτον ANT TRἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τον ¦ — NA SBLτὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Καὶ ταῦτα παράγγελλε, ἵνα § ανεπιληπτοι ¦ ανεπιλημπτοι CTἀνεπίληπτοι ὦσιν. Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα * των ¦ — CTτῶν οἰκείων οὐ προνοει ¦ προνοειται THπρονοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. 11 Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12 ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. 13 Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14 Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. 15 Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16 Εἴ τις πιστος η 87.4% ¦ — CT 1.9%πιστὸς ἢ πιστὴ ἔχει χήρας, § επαρκειτω ¦ επαρκεισθω THἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18 Λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. 19 Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20  * τους ¦ τους δε WHΤοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. 21 Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ κυριου ιησου χριστου ¦ χριστου ιησου CTΚυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ προσκλησιν ¦ προσκλισιν CT PCK TRπρόσκλησιν. 22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. 23 Μηκέτι ὑδροπότει, § αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν * σου ¦ — CTσου καὶ τὰς πυκνάς σου ἀσθενείας. 24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. 25 Ὡσαύτως καὶ τὰ καλα εργα ¦ εργα τα καλα CTκαλὰ ἔργα πρόδηλά εστι ¦ — CTἐστι· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ § δυνανται ¦ δυναται TRδύνανται.

*5:2 αγνεια ¦ αγνια WH

5:4 αποδεκτον ¦ καλον και αποδεκτον ANT TR

5:5 τον ¦ — NA SBL

§5:7 ανεπιληπτοι ¦ ανεπιλημπτοι CT

*5:8 των ¦ — CT

5:8 προνοει ¦ προνοειται TH

5:16 πιστος η 87.4% ¦ — CT 1.9%

§5:16 επαρκειτω ¦ επαρκεισθω TH

*5:20 τους ¦ τους δε WH

5:21 κυριου ιησου χριστου ¦ χριστου ιησου CT

5:21 προσκλησιν ¦ προσκλισιν CT PCK TR

§5:23 αλλ ¦ αλλα NA27 SBL TH WH

*5:23 σου ¦ — CT

5:25 καλα εργα ¦ εργα τα καλα CT

5:25 εστι ¦ — CT

§5:25 δυνανται ¦ δυναται TR