13
1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν * γραφω ¦ — CTγράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· 4 καὶ γὰρ † ει ¦ — CTεἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Καὶ γὰρ ‡ ημεις ¦ και ημεις SCRἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ § ζησομεθα ¦ ζησομεν CTζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι * ιησους χριστος ¦ χριστος ιησους THἸησοῦς Χριστὸς ἐν ὑμῖν † εστιν ¦ — CTἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε. 6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 ‡ ευχομαι ¦ ευχομεθα CTΕὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, § αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο * δε ¦ — CTδὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν † εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι CTἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ ‡ ειρηνης ¦ της ειρηνης PCKεἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 Ἡ χάρις τοῦ § κυριου ¦ κυριου ημων PCKΚυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. * αμην ¦ — CTἈμήν.† The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.
*13:2 γραφω ¦ — CT
†13:4 ει ¦ — CT
‡13:4 ημεις ¦ και ημεις SCR
§13:4 ζησομεθα ¦ ζησομεν CT
*13:5 ιησους χριστος ¦ χριστος ιησους TH
†13:5 εστιν ¦ — CT
‡13:7 ευχομαι ¦ ευχομεθα CT
§13:8 αλλ ¦ αλλα NA27 SBL TH WH
*13:9 δε ¦ — CT
†13:10 εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι CT
‡13:11 ειρηνης ¦ της ειρηνης PCK
§13:14 κυριου ¦ κυριου ημων PCK
*13:14 αμην ¦ — CT
†13:14 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.