22
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς * νυνι ¦ νυν TRνυνὶ ἀπολογίας. Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν, Ἐγὼ μεν ¦ — CTμέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. επεσα ¦ επεσον ANT BYZ PCK TRἜπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέ τε πρός § με ¦ εμε SBL TH WHμε, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, * και εμφοβοι εγενοντο 86.4% ¦ — CT 10.4%καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
12 Ἀνανίας δέ τις, ἀνὴρ ευσεβης ¦ ευλαβης CT HFεὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικουντων ¦ κατοικουντων εν δαμασκω ANT HF PCKκατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρός § με ¦ εμε SBL TH WHμε καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα * του κυριου ¦ αυτου CTτοῦ Κυρίου.
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου την ¦ — CTτὴν μαρτυρίαν περὶ ἐμοῦ. 19 Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δερων ¦ δαιρων PCKδέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας § επι ¦ εις PCKἐπὶ σέ· 20 καὶ ὅτε * εξεχειτο ¦ εξεχυννετο CTἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τη αναιρεσει αυτου 96.6% ¦ — CT 2.3%τῇ ἀναιρέσει αὐτοῦ, φυλασσων ¦ και φυλασσων ANT BYZ CT PCK TRφυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ § καθηκεν ¦ καθηκον TRκαθῆκεν αὐτὸν ζῇν. 23  * κραζοντων ¦ κραυγαζοντων ANT BYZ CT PCK TRΚραζόντων δε ¦ τε ECM* NA SBL TH WHδὲ αὐτῶν, καὶ ριπτουντων ¦ ριπτοντων ANTῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν § αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον PCK ¦ ο χιλιαρχος εισαγεσθαι αυτον CTαὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, * ειπων ¦ ειπας CTεἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ προετεινεν ¦ προετειναν ANT BYZ CT PCK SCRπροέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 Ἀκούσας δὲ ὁ εκατονταρχος ¦ εκατονταρχης ECM NA SBL WHἑκατόνταρχος, προσελθὼν § απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε CT PCKἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, * ορα ¦ — CTὍρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, ει ¦ — CTεἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28 Ἀπεκρίθη τε ¦ δε CTτε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι § ην αυτον ¦ αυτον ην CTἦν αὐτὸν δεδεκώς.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται * παρα ¦ υπο CT PCKπαρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν απο των δεσμων 87.7% ¦ — CT 9.8%ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν ελθειν ¦ συνελθειν CTἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ § ολον ¦ παν CT PCKὅλον τὸ συνέδριον * αυτων ¦ — CTαὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

*22:1 νυνι ¦ νυν TR

22:3 μεν ¦ — CT

22:7 επεσα ¦ επεσον ANT BYZ PCK TR

§22:8 με ¦ εμε SBL TH WH

*22:9 και εμφοβοι εγενοντο 86.4% ¦ — CT 10.4%

22:12 ευσεβης ¦ ευλαβης CT HF

22:12 κατοικουντων ¦ κατοικουντων εν δαμασκω ANT HF PCK

§22:13 με ¦ εμε SBL TH WH

*22:16 του κυριου ¦ αυτου CT

22:18 την ¦ — CT

22:19 δερων ¦ δαιρων PCK

§22:19 επι ¦ εις PCK

*22:20 εξεχειτο ¦ εξεχυννετο CT

22:20 τη αναιρεσει αυτου 96.6% ¦ — CT 2.3%

22:20 φυλασσων ¦ και φυλασσων ANT BYZ CT PCK TR

§22:22 καθηκεν ¦ καθηκον TR

*22:23 κραζοντων ¦ κραυγαζοντων ANT BYZ CT PCK TR

22:23 δε ¦ τε ECM* NA SBL TH WH

22:23 ριπτουντων ¦ ριπτοντων ANT

§22:24 αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον PCK ¦ ο χιλιαρχος εισαγεσθαι αυτον CT

*22:24 ειπων ¦ ειπας CT

22:25 προετεινεν ¦ προετειναν ANT BYZ CT PCK SCR

22:26 εκατονταρχος ¦ εκατονταρχης ECM NA SBL WH

§22:26 απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε CT PCK

*22:26 ορα ¦ — CT

22:27 ει ¦ — CT

22:28 τε ¦ δε CT

§22:29 ην αυτον ¦ αυτον ην CT

*22:30 παρα ¦ υπο CT PCK

22:30 απο των δεσμων 87.7% ¦ — CT 9.8%

22:30 ελθειν ¦ συνελθειν CT

§22:30 ολον ¦ παν CT PCK

*22:30 αυτων ¦ — CT