5
1 Τῇ ἐλευθερίᾳ * ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ † του ¦ — CTτοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ‡ εξεπεσατε ¦ εξεπεσετε BYZ HF PCKἐξεπέσατε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς § ενεκοψε ¦ ανεκοψε TRἐνέκοψε * τη ¦ — WHτῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις † αν ¦ εαν CTἂν ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ‡ πληρουται ¦ πεπληρωται CTπληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς § εαυτον ¦ σεαυτον ANT CT HF PCKἑαυτόν. 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ * υπο ¦ υπ ANT CTὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα † δε ¦ γαρ CTδὲ ‡ αντικειται αλληλοις ¦ αλληλοις αντικειται CTἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ § αν ¦ εαν CTἂν θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι * μοιχεια ¦ — CTμοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 † ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WHεἰδωλολατρεία, ‡ φαρμακεια ¦ φαρμακια WHφαρμακεία, ἔχθραι, § ερεις ¦ ερις CT PCKἔρεις, * ζηλοι ¦ ζηλος CTζῆλοι, θυμοί, † εριθειαι ¦ εριθιαι WHἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, ‡ φονοι ¦ — NA SBL WHφόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς § και ¦ — CTκαὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. 22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 * πραοτης ¦ πραυτης CTπρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 Οἱ δὲ τοῦ † χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ ‡ γινωμεθα ¦ γεινωμεθα THγινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
*5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%
†5:4 του ¦ — CT
‡5:4 εξεπεσατε ¦ εξεπεσετε BYZ HF PCK
§5:7 ενεκοψε ¦ ανεκοψε TR
*5:7 τη ¦ — WH
†5:10 αν ¦ εαν CT
‡5:14 πληρουται ¦ πεπληρωται CT
§5:14 εαυτον ¦ σεαυτον ANT CT HF PCK
*5:15 υπο ¦ υπ ANT CT
†5:17 δε ¦ γαρ CT
‡5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται CT
§5:17 αν ¦ εαν CT
*5:19 μοιχεια ¦ — CT
†5:20 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH
‡5:20 φαρμακεια ¦ φαρμακια WH
§5:20 ερεις ¦ ερις CT PCK
*5:20 ζηλοι ¦ ζηλος CT
†5:20 εριθειαι ¦ εριθιαι WH
‡5:21 φονοι ¦ — NA SBL WH
§5:21 και ¦ — CT
*5:23 πραοτης ¦ πραυτης CT
†5:24 χριστου ¦ χριστου ιησου NA TH WH
‡5:26 γινωμεθα ¦ γεινωμεθα TH