20
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε * ταχιον ¦ ταχειον WHτάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν σιμων ¦ και σιμων CTΣίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς ¦ αὐτοὺς NA ¦ αὑτοὺς SBL WHἑαυτοὺς οἱ μαθηταί.
11 Μαρία δὲ § ειστηκει ¦ ιστηκει TH WHεἱστήκει πρὸς * το μνημειον ¦ τω μνημειω ANT BYZ CT PCKτὸ μνημεῖον κλαιουσα εξω ¦ εξω κλαιουσα CTκλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς, ὅτι Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14  και ¦ — CTΚαὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι § ιησους ¦ ο ιησους TRἸησοῦς ἐστι. 15 Λέγει αὐτῇ * ο ¦ — CTὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ εθηκας αυτον ¦ αυτον εθηκας TRἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 Λέγει αὐτῇ ο ¦ — CTὁ Ἰησοῦς, § μαρια ¦ μαριαμ CTΜαρία. Στραφεῖσα ἐκείνη λέγει * αυτω ¦ αυτω εβραιστι CTαὐτῷ, ραββουνι ¦ ραβουνι PCK ¦ ραββουνει WHῬαββουνί—ὃ λέγεται, Διδάσκαλε. 17 Λέγει αὐτῇ ο ¦ — CTὁ Ἰησοῦς, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα § μου ¦ — NA SBL WHμου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 Ἔρχεται * μαρια ¦ μαριαμ CTΜαρία ἡ Μαγδαληνὴ απαγγελλουσα ¦ αγγελλουσα CTἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι εωρακε ¦ εωρακα CTἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 Οὔσης οὖν ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ § των ¦ — CTτῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ * συνηγμενοι ¦ — CTσυνηγμένοι, διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. 20 Καὶ τοῦτο εἰπὼν ἔδειξεν αυτοις τας χειρας και την πλευραν αυτου ¦ τας χειρας και την πλευραν αυτοις NA SBL TH ¦ και τας χειρας και την πλευραν αυτοις WHαὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν, Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς, Λάβετε Πνεῦμα Ἅγιον. 23 Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, αφιενται ¦ αφεωνται NA SBL WHἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν § ο ¦ — CTὁ Ἰησοῦς. 25 Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω * την χειρα μου ¦ μου την χειρα NA SBL WHτὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν. 27 Εἶτα λέγει τῷ Θωμᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28  και ¦ — CTΚαὶ ἀπεκρίθη θωμας ¦ ο θωμας TRΘωμᾶς, καὶ εἶπεν αὐτῷ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅτι ἑώρακάς § με ¦ με θωμα TRμε, πεπίστευκας; Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν * αυτου ¦ — SBL WHαὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 31 Ταῦτα δὲ γέγραπται, ἵνα πιστευσητε ¦ πιστευητε SBL TH WHπιστεύσητε ὅτι ιησους ¦ ο ιησους TRἸησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

*20:4 ταχιον ¦ ταχειον WH

20:6 σιμων ¦ και σιμων CT

20:10 ἑαυτοὺς ¦ αὐτοὺς NA ¦ αὑτοὺς SBL WH

§20:11 ειστηκει ¦ ιστηκει TH WH

*20:11 το μνημειον ¦ τω μνημειω ANT BYZ CT PCK

20:11 κλαιουσα εξω ¦ εξω κλαιουσα CT

20:14 και ¦ — CT

§20:14 ιησους ¦ ο ιησους TR

*20:15 ο ¦ — CT

20:15 εθηκας αυτον ¦ αυτον εθηκας TR

20:16 ο ¦ — CT

§20:16 μαρια ¦ μαριαμ CT

*20:16 αυτω ¦ αυτω εβραιστι CT

20:16 ραββουνι ¦ ραβουνι PCK ¦ ραββουνει WH

20:17 ο ¦ — CT

§20:17 μου ¦ — NA SBL WH

*20:18 μαρια ¦ μαριαμ CT

20:18 απαγγελλουσα ¦ αγγελλουσα CT

20:18 εωρακε ¦ εωρακα CT

§20:19 των ¦ — CT

*20:19 συνηγμενοι ¦ — CT

20:20 αυτοις τας χειρας και την πλευραν αυτου ¦ τας χειρας και την πλευραν αυτοις NA SBL TH ¦ και τας χειρας και την πλευραν αυτοις WH

20:23 αφιενται ¦ αφεωνται NA SBL WH

§20:24 ο ¦ — CT

*20:25 την χειρα μου ¦ μου την χειρα NA SBL WH

20:28 και ¦ — CT

20:28 θωμας ¦ ο θωμας TR

§20:29 με ¦ με θωμα TR

*20:30 αυτου ¦ — SBL WH

20:31 πιστευσητε ¦ πιστευητε SBL TH WH

20:31 ιησους ¦ ο ιησους TR