5
Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, * προσηλθον ¦ προσηλθαν CTπροσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,
 
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες·
ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πρᾳεῖς·
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·
ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες·
ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ·
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί·
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
 
11 Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ρημα 96.5% ¦ — CT 0.1%ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθηναι εξω και ¦ βληθεν εξω CTβληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία § κεραια ¦ κερεα WHκεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ * η δικαιοσυνη υμων ¦ υμων η δικαιοσυνη CTἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21 Ἠκούσατε ὅτι ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εικη 95.4% ¦ — CT 1.9%εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, § και εκει ¦ κακει ANT CT TRκαὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ * εν τη οδω μετ αυτου ¦ μετ αυτου εν τη οδω CTἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής σε παραδω ¦ — CTσε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως αν ¦ ου ANTἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 Ἠκούσατε ὅτι § ερρεθη ¦ ερρεθη τοις αρχαιοις ANT TR ¦ ερρηθη THἐρρέθη, Οὐ μοιχεύσεις· 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι * αυτην ¦ αυτης TRαὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30 Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθη εις γεενναν ¦ εις γεενναν απελθη CTβληθῇ εἰς γέενναν.
31  ερρεθη ¦ ερρηθη THἘρρέθη § δε ¦ — PCKδὲ * οτι ¦ — ANT CTὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον· 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ος αν απολυση ¦ πας ο απολυων CTὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχασθαι ¦ μοιχευθηναι CTμοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
33 Πάλιν ἠκούσατε ὅτι § ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου· 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν * η μελαιναν ποιησαι ¦ ποιησαι η μελαιναν CTἢ μέλαιναν ποιῆσαι. 37 Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 Ἠκούσατε ὅτι ερρεθη ¦ ερρηθη THἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ραπισει επι ¦ ραπιζει εις CTῥαπίσει ἐπὶ τὴν δεξιὰν § σιαγονα ¦ σου σιαγονα BYZ HF TR ¦ σιαγονα σου NA WHσιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε * διδου ¦ δος CTδίδου· καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανεισασθαι ¦ δανισασθαι CTδανείσασθαι μὴ ἀποστραφῇς.
43 Ἠκούσατε ὅτι ερρεθη ¦ ερρηθη THἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· 44 ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, § ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας 90% ¦ ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας TR 1.2% ¦ — CT 0.8%εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν * επηρεαζοντων υμας και 87.6% ¦ — CT 0.8%ἐπηρεαζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοις ¦ — ANT BYZ CT TRτοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς φιλους ¦ αδελφους CT TRφίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ § τελωναι ουτω 76.6% ¦ εθνικοι το αυτο CT 3.7%τελῶναι οὕτω ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, * ωσπερ ¦ ως CTὥσπερ ὁ πατὴρ ὑμῶν ὁ εν τοις ουρανοις ¦ ουρανιος CTἐν τοῖς οὐρανοῖς τέλειός ἐστι.

*5:1 προσηλθον ¦ προσηλθαν CT

5:11 ρημα 96.5% ¦ — CT 0.1%

5:13 βληθηναι εξω και ¦ βληθεν εξω CT

§5:18 κεραια ¦ κερεα WH

*5:20 η δικαιοσυνη υμων ¦ υμων η δικαιοσυνη CT

5:21 ερρεθη ¦ ερρηθη TH

5:22 εικη 95.4% ¦ — CT 1.9%

§5:23 και εκει ¦ κακει ANT CT TR

*5:25 εν τη οδω μετ αυτου ¦ μετ αυτου εν τη οδω CT

5:25 σε παραδω ¦ — CT

5:26 αν ¦ ου ANT

§5:27 ερρεθη ¦ ερρεθη τοις αρχαιοις ANT TR ¦ ερρηθη TH

*5:28 αυτην ¦ αυτης TR

5:30 βληθη εις γεενναν ¦ εις γεενναν απελθη CT

5:31 ερρεθη ¦ ερρηθη TH

§5:31 δε ¦ — PCK

*5:31 οτι ¦ — ANT CT

5:32 ος αν απολυση ¦ πας ο απολυων CT

5:32 μοιχασθαι ¦ μοιχευθηναι CT

§5:33 ερρεθη ¦ ερρηθη TH

*5:36 η μελαιναν ποιησαι ¦ ποιησαι η μελαιναν CT

5:38 ερρεθη ¦ ερρηθη TH

5:39 ραπισει επι ¦ ραπιζει εις CT

§5:39 σιαγονα ¦ σου σιαγονα BYZ HF TR ¦ σιαγονα σου NA WH

*5:42 διδου ¦ δος CT

5:42 δανεισασθαι ¦ δανισασθαι CT

5:43 ερρεθη ¦ ερρηθη TH

§5:44 ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας 90% ¦ ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας TR 1.2% ¦ — CT 0.8%

*5:44 επηρεαζοντων υμας και 87.6% ¦ — CT 0.8%

5:45 τοις ¦ — ANT BYZ CT TR

5:47 φιλους ¦ αδελφους CT TR

§5:47 τελωναι ουτω 76.6% ¦ εθνικοι το αυτο CT 3.7%

*5:48 ωσπερ ¦ ως CT

5:48 εν τοις ουρανοις ¦ ουρανιος CT