8
* καταβαντι δε αυτω ¦ καταβαντος δε αυτου CTΚαταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· καὶ ἰδού, λεπρὸς ελθων ¦ προσελθων CTἐλθὼν προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ ο ιησους ¦ — CTὁ Ἰησοῦς, λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως § εκαθαρισθη ¦ εκαθερισθη WHἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· * αλλα ¦ αλλ HF NA28 PCK TRἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσενεγκε ¦ προσενεγκαι PCK ¦ προσενεγκον NA SBL WHπροσένεγκε τὸ δῶρον ὃ προσέταξε μωσης ¦ μωυσης CTΜωσῆς, εἰς μαρτύριον αὐτοῖς.
§ εισελθοντι δε αυτω ¦ εισελθοντος δε αυτου CTΕἰσελθόντι δὲ * αυτω ¦ τω ιησου TRαὐτῷ εἰς καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν, καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. και ¦ — WHΚαὶ λέγει αὐτῷ § ο ιησους ¦ — CTὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. * και αποκριθεις ¦ αποκριθεις δε WHΚαὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λογω ¦ λογον TRλόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ εξουσιαν 97.5% ¦ εξουσιαν τασσομενος WH 0.7%ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, § ουδε εν τω ισραηλ τοσαυτην πιστιν 93.6% ¦ παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ CT 0.4%οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ * εκατονταρχη ¦ εκατονταρχω ANT PCK TRἑκατοντάρχῃ, Ὕπαγε, και ¦ — CTκαὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αυτου ¦ — SBL TH WHαὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν, 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει § αυτω ¦ αυτοις TRαὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς * πολλους οχλους ¦ οχλον NA WHπολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20  και ¦ — PCKΚαὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλινη ¦ κλεινη THκλίνῃ. 21 Ἕτερος δὲ τῶν μαθητῶν § αυτου ¦ — PCK SBL TH WHαὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22 Ὁ δὲ Ἰησοῦς * ειπεν ¦ λεγει CTεἶπεν αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 Καὶ ἐμβάντι αὐτῷ εἰς το ¦ — SBL TH WHτὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25 Καὶ προσελθόντες οι μαθηται 79.6% ¦ οι μαθηται αυτου ANT TR 19.4% ¦ — CT 0.5%οἱ μαθηταὶ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον § ημας ¦ — CTἡμᾶς, ἀπολλύμεθα. 26 Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα * υπακουουσιν αυτω ¦ αυτω υπακουουσι CTὑπακούουσιν αὐτῷ;
28 Καὶ ελθοντι αυτω ¦ ελθοντος αυτου CTἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν γεργεσηνων ¦ γαδαρηνων CTΓεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29 καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, § ιησου ¦ — CTἸησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, * επιτρεψον ημιν απελθειν ¦ αποστειλον ημας CTἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες απηλθον ¦ απηλθαν WHἀπῆλθον εἰς την αγελην των χοιρων ¦ τους χοιρους CTτὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη § των χοιρων ¦ — CTτῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς * συναντησιν ¦ υπαντησιν CTσυνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

*8:1 καταβαντι δε αυτω ¦ καταβαντος δε αυτου CT

8:2 ελθων ¦ προσελθων CT

8:3 ο ιησους ¦ — CT

§8:3 εκαθαρισθη ¦ εκαθερισθη WH

*8:4 αλλα ¦ αλλ HF NA28 PCK TR

8:4 προσενεγκε ¦ προσενεγκαι PCK ¦ προσενεγκον NA SBL WH

8:4 μωσης ¦ μωυσης CT

§8:5 εισελθοντι δε αυτω ¦ εισελθοντος δε αυτου CT

*8:5 αυτω ¦ τω ιησου TR

8:5 καπερναουμ ¦ καφαρναουμ CT

8:7 και ¦ — WH

§8:7 ο ιησους ¦ — CT

*8:8 και αποκριθεις ¦ αποκριθεις δε WH

8:8 λογω ¦ λογον TR

8:9 εξουσιαν 97.5% ¦ εξουσιαν τασσομενος WH 0.7%

§8:10 ουδε εν τω ισραηλ τοσαυτην πιστιν 93.6% ¦ παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ CT 0.4%

*8:13 εκατονταρχη ¦ εκατονταρχω ANT PCK TR

8:13 και ¦ — CT

8:13 αυτου ¦ — SBL TH WH

§8:15 αυτω ¦ αυτοις TR

*8:18 πολλους οχλους ¦ οχλον NA WH

8:20 και ¦ — PCK

8:20 κλινη ¦ κλεινη TH

§8:21 αυτου ¦ — PCK SBL TH WH

*8:22 ειπεν ¦ λεγει CT

8:23 το ¦ — SBL TH WH

8:25 οι μαθηται 79.6% ¦ οι μαθηται αυτου ANT TR 19.4% ¦ — CT 0.5%

§8:25 ημας ¦ — CT

*8:27 υπακουουσιν αυτω ¦ αυτω υπακουουσι CT

8:28 ελθοντι αυτω ¦ ελθοντος αυτου CT

8:28 γεργεσηνων ¦ γαδαρηνων CT

§8:29 ιησου ¦ — CT

*8:31 επιτρεψον ημιν απελθειν ¦ αποστειλον ημας CT

8:32 απηλθον ¦ απηλθαν WH

8:32 την αγελην των χοιρων ¦ τους χοιρους CT

§8:32 των χοιρων ¦ — CT

*8:34 συναντησιν ¦ υπαντησιν CT