28
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε * μαρια ¦ μαριαμ NA SBL THΜαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθων ¦ και προσελθων CTπροσελθὼν ἀπεκύλισε τὸν λίθον απο της θυρας ¦ — CTἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ § ιδεα ¦ ειδεα CTἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν * ωσει ¦ ως CTὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ εγενοντο ωσει ¦ εγενηθησαν ως CTἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπε. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ο κυριος ¦ — CTὁ Κύριος. Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν. Καὶ § εξελθουσαι ¦ απελθουσαι CTἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. * ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου 81.6% ¦ — CT 11.6%Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, ιησους ¦ ο ιησους TRἸησοῦς απηντησεν ¦ υπηντησεν CTἀπήντησεν αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. 10 Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, § και εκει ¦ κακει ANT BYZ CT TRκαὶ ἐκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13 λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν * αυτον ¦ — TH WHαὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 Οἱ δὲ λαβόντες τα ¦ — WHτὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σημερον ¦ σημερον ημερας NA SBL WHσήμερον.
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν § αυτω ¦ — CTαὐτῷ· οἱ δὲ ἐδίστασαν. 18 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ * γης ¦ της γης NA SBL WHγῆς. 19  πορευθεντες ¦ πορευθεντες ουν CT TRΠορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. αμην ¦ — CTἈμήν.§ The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους η΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

*28:1 μαρια ¦ μαριαμ NA SBL TH

28:2 προσελθων ¦ και προσελθων CT

28:2 απο της θυρας ¦ — CT

§28:3 ιδεα ¦ ειδεα CT

*28:3 ωσει ¦ ως CT

28:4 εγενοντο ωσει ¦ εγενηθησαν ως CT

28:6 ο κυριος ¦ — CT

§28:8 εξελθουσαι ¦ απελθουσαι CT

*28:9 ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου 81.6% ¦ — CT 11.6%

28:9 ιησους ¦ ο ιησους TR

28:9 απηντησεν ¦ υπηντησεν CT

§28:10 και εκει ¦ κακει ANT BYZ CT TR

*28:14 αυτον ¦ — TH WH

28:15 τα ¦ — WH

28:15 σημερον ¦ σημερον ημερας NA SBL WH

§28:17 αυτω ¦ — CT

*28:18 γης ¦ της γης NA SBL WH

28:19 πορευθεντες ¦ πορευθεντες ουν CT TR

28:20 αμην ¦ — CT

§28:20 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους η΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.