4
Τί οὖν ἐροῦμεν * αβρααμ τον πατερα ημων ευρηκεναι ¦ ευρηκεναι αβρααμ τον προπατορα ημων NA SBL TH ¦ αβρααμ τον προπατορα ημων WHἈβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾽ οὐ πρὸς τον ¦ — CTτὸν Θεόν. Τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ οφειλημα ¦ το οφειλημα TRὀφείλημα. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ § δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
 
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
Μακάριος ἀνὴρ * ω ¦ ου CTᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
 
Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ οτι ¦ — CTὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10 Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ᾽ ἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι και ¦ — SBL TH WHκαὶ αὐτοῖς τὴν δικαιοσύνην· 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς § πιστεως της εν τη ακροβυστια ¦ πιστεως της εν ακροβυστια BYZ PCK ¦ εν τη ακροβυστια πιστεως ANT TR ¦ εν ακροβυστια πιστεως CTπίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι * του ¦ — CTτοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. 14 Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία· 15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γαρ ¦ δε CTγὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.
16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ του ¦ — PCKτοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν— 17 καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε—κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκρούς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. 18 Ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. 19 Καὶ μὴ ἀσθενήσας τῇ πίστει, § ου ¦ — CTοὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα * ηδη ¦ — SBLἤδη νενεκρωμένον—ἑκατονταέτης που ὑπάρχων—καὶ τὴν νέκρωσιν της ¦ — ANTτῆς μήτρας Σάρρας· 20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, αλλ ¦ αλλα SBL WHἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, 21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. 22 Διὸ § και ¦ — SBLκαὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23 Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ· 24 ἀλλὰ καὶ δι᾽ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, 25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

*4:1 αβρααμ τον πατερα ημων ευρηκεναι ¦ ευρηκεναι αβρααμ τον προπατορα ημων NA SBL TH ¦ αβρααμ τον προπατορα ημων WH

4:2 τον ¦ — CT

4:4 οφειλημα ¦ το οφειλημα TR

§4:6 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

*4:8 ω ¦ ου CT

4:9 οτι ¦ — CT

4:11 και ¦ — SBL TH WH

§4:12 πιστεως της εν τη ακροβυστια ¦ πιστεως της εν ακροβυστια BYZ PCK ¦ εν τη ακροβυστια πιστεως ANT TR ¦ εν ακροβυστια πιστεως CT

*4:13 του ¦ — CT

4:15 γαρ ¦ δε CT

4:16 του ¦ — PCK

§4:19 ου ¦ — CT

*4:19 ηδη ¦ — SBL

4:19 της ¦ — ANT

4:20 αλλ ¦ αλλα SBL WH

§4:22 και ¦ — SBL