9
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, * συμμαρτυρουσης ¦ συνμαρτυρουσης TH WHσυμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ευχομην ¦ ηυχομην ANT CT TRΕὐχόμην γὰρ αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω CTαὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν § ισραηλιται ¦ ισραηλειται TH WHἸσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν— 11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ * κακον ¦ φαυλον CTκακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν προθεσις του θεου ¦ του θεου προθεσις ANT TRπρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 12  ερρηθη ¦ ερρεθη ANT CT HF PCKἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 13  § καθως ¦ καθαπερ WHΚαθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ * εμισησα ¦ εμεισησα THἐμίσησα.
14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γαρ μωυση ¦ γαρ μωση BYZ TR ¦ μωυσει γαρ CTγὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οικτειρησω ¦ οικτιρησω NA SBLοἰκτειρήσω ὃν ἂν § οικτειρω ¦ οικτιρω NA SBLοἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ * ελεουντος ¦ ελεωντος CTἐλεοῦντος Θεοῦ. 17 Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
19 Ἐρεῖς ουν μοι ¦ μοι ουν CTοὖν μοι, τι ¦ τι ουν NA SBLΤί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 20  § μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε CTΜενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23  * και ¦ — WHκαὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει,
 
Καλέσω τὸν οὐ λαόν μου λαόν μου·
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ερρηθη ¦ ερρεθη ANT CT HF PCKἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
 
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,
 
Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,
τὸ καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα WH) NA SBL TH 1%κατάλειμμα σωθήσεται·
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων § εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ — CT 2.8%ἐν δικαιοσύνῃ·
ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
 
29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας,
 
Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν,
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
 
30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον * δικαιοσυνης ¦ — CTδικαιοσύνης οὐκ ἔφθασε. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων νομου ¦ — CTνόμου· προσέκοψαν γαρ ¦ — CTγὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται,
 
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου·
καὶ § πας ¦ — CTπᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.
 

*9:1 συμμαρτυρουσης ¦ συνμαρτυρουσης TH WH

9:3 ευχομην ¦ ηυχομην ANT CT TR

9:3 αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω CT

§9:4 ισραηλιται ¦ ισραηλειται TH WH

*9:11 κακον ¦ φαυλον CT

9:11 προθεσις του θεου ¦ του θεου προθεσις ANT TR

9:12 ερρηθη ¦ ερρεθη ANT CT HF PCK

§9:13 καθως ¦ καθαπερ WH

*9:13 εμισησα ¦ εμεισησα TH

9:15 γαρ μωυση ¦ γαρ μωση BYZ TR ¦ μωυσει γαρ CT

9:15 οικτειρησω ¦ οικτιρησω NA SBL

§9:15 οικτειρω ¦ οικτιρω NA SBL

*9:16 ελεουντος ¦ ελεωντος CT

9:19 ουν μοι ¦ μοι ουν CT

9:19 τι ¦ τι ουν NA SBL

§9:20 μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε CT

*9:23 και ¦ — WH

9:26 ερρηθη ¦ ερρεθη ANT CT HF PCK

9:27 καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα WH) NA SBL TH 1%

§9:28 εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ — CT 2.8%

*9:31 δικαιοσυνης ¦ — CT

9:32 νομου ¦ — CT

9:32 γαρ ¦ — CT

§9:33 πας ¦ — CT