ΨΑΛΜΟΙ. 127. Ὠδὴ τῶν ἀναβαθμῶν. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.