5
Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· * ⸂ εἴγε RP f35 TR WH NA NIV SBL ¦ εἴ περ TNT2 ⸂εἴγε⸃ καὶ *2 ἐνδυσάμενοι RP f35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐκδυσάμενοι NA27+28 2ἐνδυσάμενοι⸃ οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· * ⸂ ἐφ᾽ ᾧ RP f35 TNT2 WH NA NIV SBL ¦ ἐπειδή TR ⸂ἐφ᾽ ᾧ⸃ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου— διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε * ⸂ κακόν RP f35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL ⸂κακόν.⸃
11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ * ⸋ γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ * ⸂ οὐ RP f35 TR ¦ μὴ TNT2 WH NA NIV SBL ⸂οὐ⸃ * ⸆ – RP f35 TR ¦ ἐν TNT2 WH NA NIV SBL ⸆ καρδίᾳ. 13 Εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 Ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι * ⸋ εἰ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εἰ⸌ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ * ⸂ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ παντών f35 ⸂αὐτῶν⸃ ἀποθανόντι καὶ ἐγερθέντι. 16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ * ⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 Ὥστε εἴ τις ἐν χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονεν καινὰ * ⸋ τὰ πάντα RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὰ πάντα.⸌ 18 Τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ * ⸂ Ἰησοῦ χριστοῦ RP f35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ χριστοῦ,⸃ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19 ὡς ὅτι θεὸς ἦν ἐν χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος * ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋ἐν⸌ ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 Ὑπὲρ χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 Τὸν * ⸋ γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς * ⸂ γενώμεθα RP f35 TNT2 WH NA NIV SBL ¦ γινώμεθα TR ⸂γενώμεθα⸃ δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

*5:3 ⸂ εἴγε RP f 35 TR WH NA NIV SBL ¦ εἴ περ TNT2

*5:3 ⸂2 ἐνδυσάμενοι RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐκδυσάμενοι NA27+28

*5:4 ⸂ ἐφ᾽ ᾧ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπειδή TR

*5:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:10 ⸂ κακόν RP f 35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL

*5:12 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:12 ⸂ οὐ RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL

*5:12 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL

*5:14 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:15 ⸂ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ παντών f 35

*5:16 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:17 ⸋ τὰ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:18 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL

*5:19 ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*5:21 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:21 ⸂ γενώμεθα RP f 35 TNT2 WH NA NIV SBL ¦ γινώμεθα TR