6
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς— λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας— μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· 10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν—ὡς τέκνοις λέγω—πλατύνθητε καὶ ὑμεῖς.
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· * ⸂ τίς γὰρ μετοχὴ … Τίς δὲ κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συγκατάθεσις RP f35 TR ¦ τίς γὰρ μετοχὴ … Ἢ τίς κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συγκατάθεσις TNT2 NA NIV SBL ¦ τίς γὰρ μετοχὴ … Ἢ τίς κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συνκατάθεσις WH ⸂τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις * ⸂ χριστῷ RP f35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL ⸂χριστῷ⸃ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκατάθεσις⸃ ναῷ θεοῦ μετὰ εἰδώλων; * ⸂ Ὑμεῖς … ἐστε RP f35 TR ¦ Ἡμεῖς … ἐσμεν TNT2 WH NA NIV SBL ⸂Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε⸃ ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί *2 μοι RP f35 TR ¦ μου TNT2 WH NA NIV SBL 2μοι⸃ λαός. 17 Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.

*6:14 ⸂ τίς γὰρ μετοχὴ … Τίς δὲ κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συγκατάθεσις RP f 35 TR ¦ τίς γὰρ μετοχὴ … Ἢ τίς κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συγκατάθεσις TNT2 NA NIV SBL ¦ τίς γὰρ μετοχὴ … Ἢ τίς κοινωνία … Τίς δὲ συμφώνησις … Ἢ τίς μερὶς … Τίς δὲ συνκατάθεσις WH

*6:15 ⸂ χριστῷ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL

*6:16 ⸂ Ὑμεῖς … ἐστε RP f 35 TR ¦ Ἡμεῖς … ἐσμεν TNT2 WH NA NIV SBL

*6:16 ⸂2 μοι RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL