ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
1
Salutation
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ,* ιησου χριστου f35 ℵA [99.5%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻10B [0.5%] NU κλητὸς ἀπόστολος, ἀφωρισμένος αφωρισμενος rell ¦ αφορισμενος [10%] εἰς εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο προεπηγγειλατο rell ¦ προεπαγγειλατο CP ¦ προεπηγγιλατο ℵ διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς Ἁγίαις· περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει (κατὰ Πνεῦμα ἁγιωσύνης) ἐξ ἀναστάσεως νεκρῶν—Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν— δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ (ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ)· πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
To Gentiles
Paul has been hindered from visiting Rome
Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ§ υπερ f35 [84%] OC,RP,HF,TR,CP ¦ περι ℵA,B,C [16%] NU πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, πάντοτε ἐπὶ τῶν προσευχῶν μου 10 δεόμενος εἴ πως ἤδη, ποτέ, εὐοδωθήσομαι* ευοδωθησομαι rell ¦ ευοδοθησομαι [18%] ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 11 Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς— 12 τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, αγνοειν rell ¦ αγνωειν [15%] ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς (καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο), ἵνα τινὰ καρπὸν τινα καρπον f35 ℵA,B,C [92%] OC,RP,HF,CP,NU ¦ ~ 21 [8%] TR σχῶ καὶ§ και rell ¦ — [10%] CP ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. 15 Οὕτως, τὸ κατ᾿ ἐμέ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
Faith
16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,* του χριστου f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι (Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι)· 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν· καθὼς γέγραπται· «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.»
Unrighteousness
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ γὰρ Θεὸς γαρ θεος f35 [95%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU αὐτοῖς ἐφανέρωσεν. 20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· 21 διότι γνόντες γνοντες rell ¦ γνωντες [25%] τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν·§ ευχαριστησαν f35 B [80%] OC,RP,HF,TR,CP ¦ ηυχαριστησαν ℵA,C [20%] NU ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. 22 Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, 23 καὶ ἠλλάξαντο* ηλλαξαντο f35 [26%] CP ¦ ηλλαξαν ℵA,B,C [74%] OC,RP,HF,TR,NU τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου—καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 Διὸ καὶ και f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [2%] NU παρέδωκεν αὐτοὺς ὁ Θεός, ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς εαυτοις f35 [92%] RP,HF,TR,CP ¦ αυτοις 𝕻40vℵA,B,C [5%] OC,NU ¦ εαυτων [3%] 25 —οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Depravity
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· 27 ὁμοίως§ ομοιως f35 C [23%] CP ¦ 1 τε ℵB [70%] RP,HF,TR,NU ¦ 1 δε A [7%] OC καὶ οἱ ἄρρενες,* αρρενες f35 ℵA,C [95.5%] RP,HF,TR,CP ¦ αρενες [3%] ¦ αρσενες B [1.5%] OC,NU ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν εξεκαυθησαν f35 [20%] CP ¦ 1 εν ℵA,B,C [80%] OC,RP,HF,TR,NU τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πορνεια f35 [95%] OC,RP,HF,TR,CP ¦ — (ℵA)B(C) [5%] NU (An easy case of homoioteleuton, or -arcton.) πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· 30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους,§ ασπονδους f35 C [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU (An easy case of homoioteleuton, or -arcton.) ἀνελεήμονας· 32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

*1:1 ιησου χριστου f35 ℵA [99.5%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻10B [0.5%] NU

1:1 αφωρισμενος rell ¦ αφορισμενος [10%]

1:2 προεπηγγειλατο rell ¦ προεπαγγειλατο CP ¦ προεπηγγιλατο ℵ

§1:8 υπερ f35 [84%] OC,RP,HF,TR,CP ¦ περι ℵA,B,C [16%] NU

*1:10 ευοδωθησομαι rell ¦ ευοδοθησομαι [18%]

1:13 αγνοειν rell ¦ αγνωειν [15%]

1:13 τινα καρπον f35 ℵA,B,C [92%] OC,RP,HF,CP,NU ¦ ~ 21 [8%] TR

§1:13 και rell ¦ — [10%] CP

*1:16 του χριστου f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU

1:19 γαρ θεος f35 [95%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU

1:21 γνοντες rell ¦ γνωντες [25%]

§1:21 ευχαριστησαν f35 B [80%] OC,RP,HF,TR,CP ¦ ηυχαριστησαν ℵA,C [20%] NU

*1:23 ηλλαξαντο f35 [26%] CP ¦ ηλλαξαν ℵA,B,C [74%] OC,RP,HF,TR,NU

1:24 και f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [2%] NU

1:24 εαυτοις f35 [92%] RP,HF,TR,CP ¦ αυτοις 𝕻40vℵA,B,C [5%] OC,NU ¦ εαυτων [3%]

§1:27 ομοιως f35 C [23%] CP ¦ 1 τε ℵB [70%] RP,HF,TR,NU ¦ 1 δε A [7%] OC

*1:27 αρρενες f35 ℵA,C [95.5%] RP,HF,TR,CP ¦ αρενες [3%] ¦ αρσενες B [1.5%] OC,NU

1:27 εξεκαυθησαν f35 [20%] CP ¦ 1 εν ℵA,B,C [80%] OC,RP,HF,TR,NU

1:29 πορνεια f35 [95%] OC,RP,HF,TR,CP ¦ — (ℵA)B(C) [5%] NU (An easy case of homoioteleuton, or -arcton.)

§1:31 ασπονδους f35 C [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU (An easy case of homoioteleuton, or -arcton.)