2
Judgment
Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων, ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ* εκφευξη rell ¦ εκφευξει [15%] τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ και f35 [93.5%] OC,RP,HF,CP ¦ — ℵA,B [1.5%] TR,NU ¦ της [5%] [OC is in small print] δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μέν, καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζητουσιν rell ¦ επιζητουσι [2%] CP—ζωὴν αἰώνιον· τοῖς δέ, ἐξ ἐριθείας, καὶ ἀπειθοῦσιν μὲν§ μεν f35 A [99%] OC,RP,HF,TR,CP ¦ — ℵB [1%] NU τῇ ἀληθείᾳ (πειθομένοις δὲ τῇ ἀδικίᾳ)—θυμὸς καὶ ὀργή,* θυμος και οργη f35 [97.5%] OC,RP,HF,TR,CP ¦ ~ 321 ℵ(A)B [2.5%] NU θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε (πρῶτον) καὶ Ἕλληνος· 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε (πρῶτον) καὶ Ἕλληνι.
11 Οὐ γάρ ἐστιν προσωποληψία προσωποληψια rell ¦ προσωπολημψια ℵA,B [1%] NU ¦ three other spellings παρὰ τῷ Θεῷ. 12 Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ του f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [3%] NU νόμου δίκαιοι παρὰ τῷ§ τω f35 ℵA [98%] OC,RP,HF,TR,CP[NU] ¦ — B [2%] Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ* του f35 [95%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [5%] NU νόμου δικαιωθήσονται 14 (ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, ποιη f35 [68.5%] OC,RP,HF,TR,CP ¦ ποιει [25%] ¦ ποιωσιν ℵA,B [1.5%] NU ¦ ποιουσιν [5%] οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος· 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων) 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. ιησου χριστου f35 A [99%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵB [1%] NU
To Jews
Law
17 Ἴδε,§ ιδε f35 [85%] OC,RP,HF,TR ¦ ει δε ℵA,B [12%] CP,NU ¦ η δε [3%] σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ* τω f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU νόμῳ, καὶ καυχᾶσαι καυχασαι rell ¦ καυχαση CP ¦ καυχασε [7%] ἐν Θεῷ, 18 καὶ γινώσκεις τὸ Θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21 Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; 22 Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; 23 Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24 «Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν,» καθὼς γέγραπται.
Circumcision
25 Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, πρασσης rell ¦ πρασσεις [10%] ¦ four other spellings ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26 Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ,§ φυλασση rell ¦ φυλασσει [10%] ¦ two other spellings οὐχὶ* ουχι f35 [97%] OC,RP,HF,TR,CP ¦ ουχ ℵB [2%] NU ¦ — A ¦ two other spellings and two long omissions [1%] ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27 Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; 28 Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· 29 ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας—ἐν πνεύματι, οὐ γράμματι—οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾿ ἐκ τοῦ του rell ¦ — [2%] CP Θεοῦ.

*2:3 εκφευξη rell ¦ εκφευξει [15%]

2:5 και f35 [93.5%] OC,RP,HF,CP ¦ — ℵA,B [1.5%] TR,NU ¦ της [5%] [OC is in small print]

2:7 ζητουσιν rell ¦ επιζητουσι [2%] CP

§2:8 μεν f35 A [99%] OC,RP,HF,TR,CP ¦ — ℵB [1%] NU

*2:8 θυμος και οργη f35 [97.5%] OC,RP,HF,TR,CP ¦ ~ 321 ℵ(A)B [2.5%] NU

2:11 προσωποληψια rell ¦ προσωπολημψια ℵA,B [1%] NU ¦ three other spellings

2:13 του f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [3%] NU

§2:13 τω f35 ℵA [98%] OC,RP,HF,TR,CP[NU] ¦ — B [2%]

*2:13 του f35 [95%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [5%] NU

2:14 ποιη f35 [68.5%] OC,RP,HF,TR,CP ¦ ποιει [25%] ¦ ποιωσιν ℵA,B [1.5%] NU ¦ ποιουσιν [5%]

2:16 ιησου χριστου f35 A [99%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵB [1%] NU

§2:17 ιδε f35 [85%] OC,RP,HF,TR ¦ ει δε ℵA,B [12%] CP,NU ¦ η δε [3%]

*2:17 τω f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU

2:17 καυχασαι rell ¦ καυχαση CP ¦ καυχασε [7%]

2:25 πρασσης rell ¦ πρασσεις [10%] ¦ four other spellings

§2:26 φυλασση rell ¦ φυλασσει [10%] ¦ two other spellings

*2:26 ουχι f35 [97%] OC,RP,HF,TR,CP ¦ ουχ ℵB [2%] NU ¦ — A ¦ two other spellings and two long omissions [1%]

2:29 του rell ¦ — [2%] CP