2
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς ⸀καταδουλώσουσιν* καταδουλώσουσιν WH Treg NA28 ] καταδουλώσωνται RP 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι— ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ⸀θεὸς† θεὸς Treg RP ] ὁ θεὸς WH NA28ἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, 7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς, 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη, 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ⸀ἡμεῖς‡ ἡμεῖς WH Treg NA28 ] + μὲν RPεἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. 11 Ὅτε δὲ ἦλθεν ⸀Κηφᾶς§ Κηφᾶς WH Treg NA28 ] Πέτρος RPεἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν· 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ⸀ἦλθον* ἦλθον WH NA28 RP ] ἦλθεν Treg ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 καὶ† καὶ WH Treg RP NA28 ] – NIVσυνυπεκρίθησαν αὐτῷ ⸀καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ ⸀Κηφᾷ‡ Κηφᾷ WH Treg NA28 ] Πέτρῳ RP ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ⸂καὶ ⸀οὐκ Ἰουδαϊκῶς ζῇς§ καὶ … Ἰουδαϊκῶς ζῇς WH Treg NA28 ] ζῇς καὶ … Ἰουδαϊκῶς RP , ⸀πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;* οὐκ WH Treg RP ] οὐχὶ NA28 † πῶς WH Treg NA28 ] τί RP 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 εἰδότες ⸀δὲ‡ δὲ WH Treg NA28 ] – RP ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ⸂Ἰησοῦ Χριστοῦ§ Ἰησοῦ Χριστοῦ NA28 RP ] Χριστοῦ Ἰησοῦ WH Treg , καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ⸂ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται* ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται WH Treg NA28 ] διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου RP πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο· 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν ⸀συνιστάνω† συνιστάνω WH Treg NA28 ] συνίστημι RP 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· 20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ ⸂υἱοῦ τοῦ θεοῦ‡ υἱοῦ τοῦ θεοῦ WH NA28 RP ] θεοῦ καὶ Χριστοῦ Treg τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
*2:4 καταδουλώσουσιν WH Treg NA28 ] καταδουλώσωνται RP
†2:6 θεὸς Treg RP ] ὁ θεὸς WH NA28
‡2:9 ἡμεῖς WH Treg NA28 ] + μὲν RP
§2:11 Κηφᾶς WH Treg NA28 ] Πέτρος RP
*2:12 ἦλθον WH NA28 RP ] ἦλθεν Treg
†2:13 καὶ WH Treg RP NA28 ] – NIV
‡2:14 Κηφᾷ WH Treg NA28 ] Πέτρῳ RP
§2:14 καὶ … Ἰουδαϊκῶς ζῇς WH Treg NA28 ] ζῇς καὶ … Ἰουδαϊκῶς RP
*2:14 οὐκ WH Treg RP ] οὐχὶ NA28
†2:14 πῶς WH Treg NA28 ] τί RP
‡2:16 δὲ WH Treg NA28 ] – RP
§2:16 Ἰησοῦ Χριστοῦ NA28 RP ] Χριστοῦ Ἰησοῦ WH Treg
*2:16 ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται WH Treg NA28 ] διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου RP
†2:18 συνιστάνω WH Treg NA28 ] συνίστημι RP
‡2:20 υἱοῦ τοῦ θεοῦ WH NA28 RP ] θεοῦ καὶ Χριστοῦ Treg