3
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ⸀ἐβάσκανεν* ἐβάσκανεν WH Treg NA28 ] + τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς ⸀προεγράφη προεγράφη WH Treg NA28 ] + ἐν ὑμῖν RPἐσταυρωμένος; τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι ⸂υἱοί εἰσιν υἱοί εἰσιν WH Treg NA28 ] εἰσιν υἱοὶ RP Ἀβραάμ. προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ⸀ὅτι§ ὅτι WH Treg NA28 ] – RP Ἐπικατάρατος πᾶς ὃς οὐκ ⸀ἐμμένει* ἐμμένει WH Treg NA28 ] + ἐν RPπᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ· Ὁ ποιήσας ⸀αὐτὰ αὐτὰ WH Treg NA28 ] + ἄνθρωπος RPζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ⸂ὅτι γέγραπται ὅτι γέγραπται WH Treg NA28 ] γέγραπται γάρ RP· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν ⸂Χριστῷ Ἰησοῦ§ Χριστῷ Ἰησοῦ NA28 RP ] Ἰησοῦ Χριστῷ WH Treg, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. 15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός. 17 τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ ⸀θεοῦ* θεοῦ WH Treg NA28 ] + εἰς Χριστὸν RP ὁ μετὰ ⸂τετρακόσια καὶ τριάκοντα ἔτη τετρακόσια καὶ τριάκοντα ἔτη WH Treg NA28 ] ἔτη τετρακόσια καὶ τριάκοντα RP γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός. 19 Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις ⸀οὗ οὗ Treg NA28 RP ] ἂν WHἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου· 20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. 21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ⸂ἐκ νόμου ἂν§ ἐκ νόμου ἂν Treg NA28 ] ἐν νόμῳ ἂν WH; ἂν ἐκ νόμου RP ἦν ἡ δικαιοσύνη. 22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. 23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα ⸀συγκλειόμενοι* συγκλειόμενοι WH Treg NA28 ] συγκεκλεισμένοι RPεἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ⸀πάντες πάντες WH NA28 RP ] ἅπαντες Tregγὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, ⸀κατʼ κατʼ WH Treg NA28 ] καὶ κατʼ RPἐπαγγελίαν κληρονόμοι.

*3:1 ἐβάσκανεν WH Treg NA28 ] + τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP

3:1 προεγράφη WH Treg NA28 ] + ἐν ὑμῖν RP

3:7 υἱοί εἰσιν WH Treg NA28 ] εἰσιν υἱοὶ RP

§3:10 ὅτι WH Treg NA28 ] – RP

*3:10 ἐμμένει WH Treg NA28 ] + ἐν RP

3:12 αὐτὰ WH Treg NA28 ] + ἄνθρωπος RP

3:13 ὅτι γέγραπται WH Treg NA28 ] γέγραπται γάρ RP

§3:14 Χριστῷ Ἰησοῦ NA28 RP ] Ἰησοῦ Χριστῷ WH Treg

*3:17 θεοῦ WH Treg NA28 ] + εἰς Χριστὸν RP

3:17 τετρακόσια καὶ τριάκοντα ἔτη WH Treg NA28 ] ἔτη τετρακόσια καὶ τριάκοντα RP

3:19 οὗ Treg NA28 RP ] ἂν WH

§3:21 ἐκ νόμου ἂν Treg NA28 ] ἐν νόμῳ ἂν WH; ἂν ἐκ νόμου RP

*3:23 συγκλειόμενοι WH Treg NA28 ] συγκεκλεισμένοι RP

3:28 πάντες WH NA28 RP ] ἅπαντες Treg

3:29 κατʼ WH Treg NA28 ] καὶ κατʼ RP