6
1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ⸀ἀναπληρώσετε* ἀναπληρώσετε Treg NA28 ] ἀναπληρώσατε WH RPτὸν νόμον τοῦ Χριστοῦ. 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ⸂φρεναπατᾷ ἑαυτόν† φρεναπατᾷ ἑαυτόν WH Treg NA28 ] ἑαυτόν φρεναπατᾷ RP· 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7 μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ⸀ἐὰν‡ ἐὰν WH NA28 RP ] ἂν Tregσπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ⸀ἐγκακῶμεν§ ἐγκακῶμεν WH Treg NA28 ] ἐκκακῶμεν RP καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν* ἔχομεν Treg NA28 RP ] ἔχωμεν WH ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ⸀ἵνα† ἵνα WH Treg NA28 ] + μὴ RP τῷ σταυρῷ τοῦ ⸀Χριστοῦ‡ Χριστοῦ NA28 Treg RP ] + Ἰησοῦ WH ⸀μὴ§ μὴ WH Treg NA28 ] – RPδιώκωνται· 13 οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοι* περιτεμνόμενοι WH Treg NA28 ] περιτετμημένοι RPαὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ⸀κἀγὼ† κἀγὼ WH Treg NA28 ] + τῷ RPκόσμῳ. 15 ⸂οὔτε γὰρ‡ οὔτε γὰρ WH Treg NA28 ] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP περιτομή τί ⸀ἐστιν§ ἐστιν WH Treg NA28 ] ἰσχύει RPοὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ⸀τοῦ* τοῦ WH Treg NA28 ] + κυρίου RPἸησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. ‘p /’ ‘/book’
*6:2 ἀναπληρώσετε Treg NA28 ] ἀναπληρώσατε WH RP
†6:3 φρεναπατᾷ ἑαυτόν WH Treg NA28 ] ἑαυτόν φρεναπατᾷ RP
‡6:7 ἐὰν WH NA28 RP ] ἂν Treg
§6:9 ἐγκακῶμεν WH Treg NA28 ] ἐκκακῶμεν RP
*6:10 ἔχομεν Treg NA28 RP ] ἔχωμεν WH
†6:12 ἵνα WH Treg NA28 ] + μὴ RP
‡6:12 Χριστοῦ NA28 Treg RP ] + Ἰησοῦ WH
§6:12 μὴ WH Treg NA28 ] – RP
*6:13 περιτεμνόμενοι WH Treg NA28 ] περιτετμημένοι RP
†6:14 κἀγὼ WH Treg NA28 ] + τῷ RP
‡6:15 οὔτε γὰρ WH Treg NA28 ] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP
§6:15 ἐστιν WH Treg NA28 ] ἰσχύει RP
*6:17 τοῦ WH Treg NA28 ] + κυρίου RP