5
1 τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.* ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NA28 ] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 κατηργήθητε ⸀ἀπὸ† ἀπὸ WH Treg NA28 ] + τοῦ RPΧριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ‡ τῇ NA28 RP ] – WH Tregἀληθείᾳ μὴ πείθεσθαι; 8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν§ ἐὰν WH Treg NA28 ] ἂν RPᾖ. 11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται* πεπλήρωται WH Treg NA28 ] πληροῦται RP ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν† σεαυτόν WH Treg NA28 ] ἑαυτόν RP 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 ἡ γὰρ‡ γὰρ WH Treg NA28 ] δὲ RP σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται§ ἀλλήλοις ἀντίκειται WH Treg NA28 ] ἀντίκειται ἀλλήλοις RP , ἵνα μὴ ἃ ⸀ἐὰν* ἐὰν WH Treg NA28 ] ἂν RPθέλητε ταῦτα ποιῆτε. 18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 φανερὰ δέ ἐστιν† ἐστιν WH Treg NA28 ] + μοιχεία RPτὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,‡ ἔρις ζῆλος WH Treg NA28 ] ἔρεις ζῆλοι RP 21 ⸀φθόνοι§ φθόνοι WH NA28 ] + φόνοι Treg RP μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς* καθὼς WH Treg NA28 ] + καὶ RPπροεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 οἱ δὲ τοῦ ⸀Χριστοῦ† Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
*5:1 ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NA28 ] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP
†5:4 ἀπὸ WH Treg NA28 ] + τοῦ RP
‡5:7 τῇ NA28 RP ] – WH Treg
§5:10 ἐὰν WH Treg NA28 ] ἂν RP
*5:14 πεπλήρωται WH Treg NA28 ] πληροῦται RP
†5:14 σεαυτόν WH Treg NA28 ] ἑαυτόν RP
‡5:17 γὰρ WH Treg NA28 ] δὲ RP
§5:17 ἀλλήλοις ἀντίκειται WH Treg NA28 ] ἀντίκειται ἀλλήλοις RP
*5:17 ἐὰν WH Treg NA28 ] ἂν RP
†5:19 ἐστιν WH Treg NA28 ] + μοιχεία RP
‡5:20 ἔρις ζῆλος WH Treg NA28 ] ἔρεις ζῆλοι RP
§5:21 φθόνοι WH NA28 ] + φόνοι Treg RP
*5:21 καθὼς WH Treg NA28 ] + καὶ RP
†5:24 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28