16
Καὶ ἤκουσα ⸂μεγάλης φωνῆς* μεγάλης φωνῆς WH NA28 ] φωνῆς μεγάλης Treg RP ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετε ἐκχέετε WH NA28 ] ἐκχέατε Treg RPτὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Καὶ ὁ ⸀δεύτερος δεύτερος WH Treg NA28 ] + ἄγγελος RP ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆς§ ζωῆς WH Treg NA28 ] ζῶσα RP ἀπέθανεν ⸀τὰ* τὰ WH Treg NA28 ] – RPἐν τῇ θαλάσσῃ.
Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς ⸀καὶ καὶ WH Treg NA28 ] + εἰς RPτὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὁ WH NA28 RP ] – Tregὢν καὶ ὁ ἦν, ⸀ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸀δέδωκας§ δέδωκας WH Treg NA28 ] ἔδωκας RPπιεῖν· ἄξιοί εἰσιν. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Καὶ ὁ ⸀τέταρτος* τέταρτος WH Treg NA28 ] + ἄγγελος RP ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸂τοὺς ἀνθρώπους ἐν πυρί τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NA28 ] ἐν πυρί τοὺς ἀνθρώπους RP. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαν ἐβλασφήμησαν WH Treg NA28 ] + οἱ ἄνθρωποι RP τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴν§ τὴν WH Treg NA28 ] – RPἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν* τὸν WH Treg NA28 ] – RPποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. 13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα τρία ἀκάθαρτα WH Treg NA28 ] ἀκάθαρτα τρία RP ὡς βάτραχοι· 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέρας ἡμέρας WH Treg NA28 ] + ἐκείνης RPτῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— 15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸀ἐκ§ ἐκ WH Treg NA28 ] ἀπὸ RP τοῦ ⸀ναοῦ* ναοῦ WH Treg NA28 ] + τοῦ οὐρανοῦ RPἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν— 18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ ⸂φωναὶ καὶ βρονταί φωναὶ καὶ βρονταί WH Treg NA28 ] βρονταί καὶ φωναὶ RP , καὶ σεισμὸς ⸀ἐγένετο ἐγένετο WH Treg NA28 ] – RP μέγας, οἷος οὐκ ἐγένετο ἀφʼ οὗ ⸂ἄνθρωποι ἐγένοντο§ ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NA28 ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· 20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

*16:1 μεγάλης φωνῆς WH NA28 ] φωνῆς μεγάλης Treg RP

16:1 ἐκχέετε WH NA28 ] ἐκχέατε Treg RP

16:3 δεύτερος WH Treg NA28 ] + ἄγγελος RP

§16:3 ζωῆς WH Treg NA28 ] ζῶσα RP

*16:3 τὰ WH Treg NA28 ] – RP

16:4 καὶ WH Treg NA28 ] + εἰς RP

16:5 ὁ WH NA28 RP ] – Treg

§16:6 δέδωκας WH Treg NA28 ] ἔδωκας RP

*16:8 τέταρτος WH Treg NA28 ] + ἄγγελος RP

16:8 τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NA28 ] ἐν πυρί τοὺς ἀνθρώπους RP

16:9 ἐβλασφήμησαν WH Treg NA28 ] + οἱ ἄνθρωποι RP

§16:9 τὴν WH Treg NA28 ] – RP

*16:12 τὸν WH Treg NA28 ] – RP

16:13 τρία ἀκάθαρτα WH Treg NA28 ] ἀκάθαρτα τρία RP

16:14 ἡμέρας WH Treg NA28 ] + ἐκείνης RP

§16:17 ἐκ WH Treg NA28 ] ἀπὸ RP

*16:17 ναοῦ WH Treg NA28 ] + τοῦ οὐρανοῦ RP

16:18 φωναὶ καὶ βρονταί WH Treg NA28 ] βρονταί καὶ φωναὶ RP

16:18 ἐγένετο WH Treg NA28 ] – RP

§16:18 ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NA28