17
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ⸀ὑδάτων* ὑδάτων WH Treg NA28 ] τῶν ὑδάτων τῶν RPπολλῶν, μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸀γέμοντα γέμοντα WH NA28 ] γέμον τὰ Treg; γέμον RP ὀνόματα βλασφημίας, ⸀ἔχων ἔχων WH NA28 ] ἔχον Treg RPκεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. καὶ§ καὶ WH Treg NA28 ] – RP ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, ⸀καὶ κεχρυσωμένη ⸀χρυσίῳ* χρυσίῳ WH NA28 RP ] χρυσῷ Tregκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ καὶ WH Treg NA28 ] – RPεἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων ⸀καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.
Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸀ὑπάγει ὑπάγει WH NA28 ] ὑπάγειν Treg RP καὶ ⸀θαυμασθήσονται§ θαυμασθήσονται WH NA28 ] θαυμάσονται Treg RP οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂τὸ ὄνομα* τὸ ὄνομα WH Treg NA28 ] τὰ ὀνόματα RP ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ⸂τὸ θηρίον ὅτι ἦν τὸ θηρίον ὅτι ἦν WH Treg NA28 ] ὅτι ἦν τὸ θηρίον RP καὶ οὐκ ἔστιν καὶ παρέσται.
Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ⸂ἑπτά εἰσιν ἑπτά εἰσιν WH Treg NA28 ] εἰσιν ἑπτὰ RP· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον ⸂αὐτὸν δεῖ§ αὐτὸν δεῖ WH Treg NA28 ] δεῖ αὐτὸν RP μεῖναι, 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ ⸀αὐτὸς* αὐτὸς WH NA28 RP ] οὗτος Tregὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν ⸂γνώμην ἔχουσιν γνώμην ἔχουσιν WH Treg NA28 ] ἔχουσιν γνώμην RP , καὶ καὶ WH Treg NA28 ] + τὴν RPτὴν δύναμιν ⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ ⸀γυμνήν§ γυμνήν WH Treg NA28 ] + ποιήσουσιν αὐτήν RP καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸂μίαν γνώμην* μίαν γνώμην WH Treg NA28 ] γνώμην μίαν RP καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸀τελεσθήσονται τελεσθήσονται WH Treg NA28 ] τελεσθῶσιν RPοἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

*17:1 ὑδάτων WH Treg NA28 ] τῶν ὑδάτων τῶν RP

17:3 γέμοντα WH NA28 ] γέμον τὰ Treg; γέμον RP

17:3 ἔχων WH NA28 ] ἔχον Treg RP

§17:4 καὶ WH Treg NA28 ] – RP

*17:4 χρυσίῳ WH NA28 RP ] χρυσῷ Treg

17:6 καὶ WH Treg NA28 ] – RP

17:8 ὑπάγει WH NA28 ] ὑπάγειν Treg RP

§17:8 θαυμασθήσονται WH NA28 ] θαυμάσονται Treg RP

*17:8 τὸ ὄνομα WH Treg NA28 ] τὰ ὀνόματα RP

17:8 τὸ θηρίον ὅτι ἦν WH Treg NA28 ] ὅτι ἦν τὸ θηρίον RP

17:9 ἑπτά εἰσιν WH Treg NA28 ] εἰσιν ἑπτὰ RP

§17:10 αὐτὸν δεῖ WH Treg NA28 ] δεῖ αὐτὸν RP

*17:11 αὐτὸς WH NA28 RP ] οὗτος Treg

17:13 γνώμην ἔχουσιν WH Treg NA28 ] ἔχουσιν γνώμην RP

17:13 καὶ WH Treg NA28 ] + τὴν RP

§17:16 γυμνήν WH Treg NA28 ] + ποιήσουσιν αὐτήν RP

*17:17 μίαν γνώμην WH Treg NA28 ] γνώμην μίαν RP

17:17 τελεσθήσονται WH Treg NA28 ] τελεσθῶσιν RP