20
Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. καὶ ἐκράτησεν τὸν δράκοντα, ⸂ὁ ὄφις ὁ ἀρχαῖος* ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NA28 ] τὸν ὄφιν τὸν ἀρχαῖον RP , ὅς ἐστιν Διάβολος καὶ ὁ ⸀Σατανᾶς Σατανᾶς WH Treg NA28 ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸀πλανήσῃ πλανήσῃ WH Treg NA28 ] πλανᾷ RP ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸀μετὰ§ μετὰ WH Treg NA28 ] καὶ μετὰ RP ταῦτα δεῖ ⸂λυθῆναι αὐτὸν* λυθῆναι αὐτὸν WH NA28 ] αὐτὸν λυθῆναι Treg RP μικρὸν χρόνον.
Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπʼ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ ⸀χίλια χίλια WH Treg NA28 ] τὰ χίλια RPἔτη. ⸀οἱ οἱ WH NA28 ] Καί οἱ Treg RPλοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ ⸀χίλια§ χίλια RP ] τὰ χίλια WH Treg NA28ἔτη.
Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ* καὶ WH NA28 ] + τὸν Treg RP ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ ⸀καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ⸀αὐτῶν αὐτῶν WH Treg NA28 ] – RPὡς ἡ ἄμμος τῆς θαλάσσης. καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ⸀ἐκύκλευσαν ἐκύκλευσαν WH NA28 ] ἐκύκλωσαν Treg RP τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ§ ἐκ τοῦ οὐρανοῦ WH NA28 ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP καὶ κατέφαγεν αὐτούς· 10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ⸂ἐπʼ αὐτοῦ* ἐπʼ αὐτοῦ WH ] ἐπʼ αὐτόν NA28 RP; ἐπάνω αὐτοῦ Treg , οὗ ἀπὸ ⸀τοῦ τοῦ WH Treg NA28 ] – RPπροσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ ⸂θάνατος ὁ δεύτερός θάνατος ὁ δεύτερός WH NA28 RP ] δεύτερός θάνατος Treg ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῇ βίβλῳ§ τῇ βίβλῳ WH Treg NA28 ] τῷ βιβλίῳ RP τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

*20:2 ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NA28 ] τὸν ὄφιν τὸν ἀρχαῖον RP

20:2 Σατανᾶς WH Treg NA28 ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP

20:3 πλανήσῃ WH Treg NA28 ] πλανᾷ RP

§20:3 μετὰ WH Treg NA28 ] καὶ μετὰ RP

*20:3 λυθῆναι αὐτὸν WH NA28 ] αὐτὸν λυθῆναι Treg RP

20:4 χίλια WH Treg NA28 ] τὰ χίλια RP

20:5 οἱ WH NA28 ] Καί οἱ Treg RP

§20:6 χίλια RP ] τὰ χίλια WH Treg NA28

*20:8 καὶ WH NA28 ] + τὸν Treg RP

20:8 αὐτῶν WH Treg NA28 ] – RP

20:9 ἐκύκλευσαν WH NA28 ] ἐκύκλωσαν Treg RP

§20:9 ἐκ τοῦ οὐρανοῦ WH NA28 ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP

*20:11 ἐπʼ αὐτοῦ WH ] ἐπʼ αὐτόν NA28 RP; ἐπάνω αὐτοῦ Treg

20:11 τοῦ WH Treg NA28 ] – RP

20:14 θάνατος ὁ δεύτερός WH NA28 RP ] δεύτερός θάνατος Treg

§20:15 τῇ βίβλῳ WH Treg NA28 ] τῷ βιβλίῳ RP