21
Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ⸀θρόνου* θρόνου WH NA28 ] οὐρανοῦ Treg RP λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ ⸀λαοὶ λαοὶ WH Treg NA28 ] λαὸς RP αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ⸂μετʼ αὐτῶν ἔσται μετʼ αὐτῶν ἔσται WH Treg ] ἔσται μετʼ αὐτῶν RP; μετʼ αὐτῶν ἔσται αὐτῶν θεός NA28, καὶ ἐξαλείψει πᾶν δάκρυον ⸀ἐκ§ ἐκ WH Treg NA28 ] ἀπὸ RP τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ⸀ἔτι.* ἔτι. WH ] ἔτι, ὅτι Treg NA28 RPτὰ πρῶτα ἀπῆλθαν.
Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ ⸂καινὰ ποιῶ πάντα καινὰ ποιῶ πάντα WH Treg NA28 ] πάντα καινὰ ποιῶ RP . καὶ ⸀λέγει λέγει WH NA28 ] + μοι Treg RP Γράψον, ὅτι οὗτοι οἱ λόγοι ⸂πιστοὶ καὶ ἀληθινοί§ πιστοὶ καὶ ἀληθινοί WH Treg NA28 ] ἀληθινοὶ καὶ πιστοί RP εἰσιν. καὶ εἶπέν μοι· ⸂Γέγοναν. ἐγὼ⸃ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.* Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NA28; Γέγονα RP ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ ⸀ἀπίστοις ἀπίστοις WH Treg NA28 ] + καὶ ἁμαρτωλοῖς RP καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ⸂τῶν γεμόντων τῶν γεμόντων WH Treg NA28 ] γεμούσας RP τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν ⸂νύμφην τὴν γυναῖκα§ νύμφην τὴν γυναῖκα WH Treg NA28 ] γυναῖκα τὴν νύμφην RP τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν ⸀πόλιν* πόλιν WH Treg NA28 ] + τὴν μεγάλην RPτὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ ⸂τοῖς πυλῶσιν τοῖς πυλῶσιν WH NA28 RP ] τοὺς πυλῶνας Treg ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ⸀ἐστιν ἐστιν WH ] + τὰ ὀνόματα Treg NA28; + ὀνόματα RP τῶν δώδεκα ⸀φυλῶν§ φυλῶν WH Treg NA28 ] + τῶν RPυἱῶν Ἰσραήλ· 13 ἀπὸ ⸀ἀνατολῆς* ἀνατολῆς WH Treg NA28 ] ἀνατολῶν RPπυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεως ⸀ἔχων ἔχων WH Treg NA28 ] ἔχον RPθεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. 16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ⸀ὅσον ὅσον WH Treg RP ] + καὶ NA28 τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ ⸀σταδίους§ σταδίους Treg RP ] σταδίων WH NA28 δώδεκα ⸀χιλιάδων* χιλιάδων WH Treg NA28 ] + δώδεκα RP τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. 18 ⸀καὶ καὶ WH NA28 ] + ἦν Treg RPἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· 19 ⸀οἱ οἱ WH NA28 RP ] καὶ οἱ Treg θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, 20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· 21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. 24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν ⸂τὴν δόξαν αὐτῶν§ τὴν δόξαν αὐτῶν WH Treg NA28 ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP εἰς αὐτήν· 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ⸀ποιῶν* ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NA28; ποιοῦν RPβδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

*21:3 θρόνου WH NA28 ] οὐρανοῦ Treg RP

21:3 λαοὶ WH Treg NA28 ] λαὸς RP

21:3 μετʼ αὐτῶν ἔσται WH Treg ] ἔσται μετʼ αὐτῶν RP; μετʼ αὐτῶν ἔσται αὐτῶν θεός NA28

§21:4 ἐκ WH Treg NA28 ] ἀπὸ RP

*21:4 ἔτι. WH ] ἔτι, ὅτι Treg NA28 RP

21:5 καινὰ ποιῶ πάντα WH Treg NA28 ] πάντα καινὰ ποιῶ RP

21:5 λέγει WH NA28 ] + μοι Treg RP

§21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NA28 ] ἀληθινοὶ καὶ πιστοί RP

*21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NA28; Γέγονα RP

21:8 ἀπίστοις WH Treg NA28 ] + καὶ ἁμαρτωλοῖς RP

21:9 τῶν γεμόντων WH Treg NA28 ] γεμούσας RP

§21:9 νύμφην τὴν γυναῖκα WH Treg NA28 ] γυναῖκα τὴν νύμφην RP

*21:10 πόλιν WH Treg NA28 ] + τὴν μεγάλην RP

21:12 τοῖς πυλῶσιν WH NA28 RP ] τοὺς πυλῶνας Treg

21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NA28; + ὀνόματα RP

§21:12 φυλῶν WH Treg NA28 ] + τῶν RP

*21:13 ἀνατολῆς WH Treg NA28 ] ἀνατολῶν RP

21:14 ἔχων WH Treg NA28 ] ἔχον RP

21:16 ὅσον WH Treg RP ] + καὶ NA28

§21:16 σταδίους Treg RP ] σταδίων WH NA28

*21:16 χιλιάδων WH Treg NA28 ] + δώδεκα RP

21:18 καὶ WH NA28 ] + ἦν Treg RP

21:19 οἱ WH NA28 RP ] καὶ οἱ Treg

§21:24 τὴν δόξαν αὐτῶν WH Treg NA28 ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP

*21:27 ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NA28; ποιοῦν RP