ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α
1
Παῦλος ἀπόστολος * ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν, καὶ κυριου ιησου χριστου ¦ χριστου ιησου CTΚυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ημων ¦ — CTἡμῶν καὶ § χριστου ιησου ¦ ιησου χριστου SCRΧριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες * ζητησεις ¦ εκζητησεις CTζητήσεις παρέχουσι μᾶλλον ἢ οικονομιαν ¦ οικοδομιαν SCRοἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολωαις ¦ πατραλωαις BYZ TR ¦ πατραλοιαις PCKπατρολῴαις καὶ § μητρολωαις ¦ μητραλωαις BYZ TR ¦ μητραλοιαις PCKμητρολῴαις, ἀνδροφόνοις, 10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12  * και ¦ — CTΚαὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, 13  τον ¦ το CTτὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· 14 ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται § ιησους χριστος ¦ χριστος ιησους NA SBL WHἸησοῦς Χριστὸς τὴν * πασαν ¦ απασαν CTπᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφω 96.6% ¦ — CT 1.8%σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.

*1:1 ιησου χριστου ¦ χριστου ιησου CT

1:1 κυριου ιησου χριστου ¦ χριστου ιησου CT

1:2 ημων ¦ — CT

§1:2 χριστου ιησου ¦ ιησου χριστου SCR

*1:4 ζητησεις ¦ εκζητησεις CT

1:4 οικονομιαν ¦ οικοδομιαν SCR

1:9 πατρολωαις ¦ πατραλωαις BYZ TR ¦ πατραλοιαις PCK

§1:9 μητρολωαις ¦ μητραλωαις BYZ TR ¦ μητραλοιαις PCK

*1:12 και ¦ — CT

1:13 τον ¦ το CT

1:13 αλλα ¦ αλλ ANT NA28 TR

§1:16 ιησους χριστος ¦ χριστος ιησους NA SBL WH

*1:16 πασαν ¦ απασαν CT

1:17 σοφω 96.6% ¦ — CT 1.8%