3
Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν * υμιν ¦ — CTὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς την ¦ — STτὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ημων ¦ — WHἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν § παρελαβον ¦ παρελαβε TR ¦ παρελαβοσαν NA SBL TH ¦ παρελαβετε WHπαρέλαβον παρ᾽ ἡμῶν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ, * νυκτα και ημεραν ¦ νυκτος και ημερας CTνύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10 Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. 11 Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. 12 Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν δια του κυριου ημων ιησου χριστου ¦ εν κυριω ιησου χριστω CTδιὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13 Ὑμεῖς δέ, ἀδελφοί, μὴ εκκακησητε ¦ εγκακησητε NA SBL TH ¦ ενκακησητε WHἐκκακήσητε καλοποιοῦντες.
14 Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, § και μη συναναμιγνυσθε ¦ μη συναναμιγνυσθαι CTκαὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ, 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16 Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
17 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. * αμην ¦ — CTἈμήν. The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Θεσσαλονικεῖς δευτέρα ἐγράφη ἀπὸ Ἀθηνῶν.

*3:4 υμιν ¦ — CT

3:5 την ¦ — ST

3:6 ημων ¦ — WH

§3:6 παρελαβον ¦ παρελαβε TR ¦ παρελαβοσαν NA SBL TH ¦ παρελαβετε WH

*3:8 νυκτα και ημεραν ¦ νυκτος και ημερας CT

3:12 δια του κυριου ημων ιησου χριστου ¦ εν κυριω ιησου χριστω CT

3:13 εκκακησητε ¦ εγκακησητε NA SBL TH ¦ ενκακησητε WH

§3:14 και μη συναναμιγνυσθε ¦ μη συναναμιγνυσθαι CT

*3:18 αμην ¦ — CT

3:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Θεσσαλονικεῖς δευτέρα ἐγράφη ἀπὸ Ἀθηνῶν.