2
Ἔκρινα * δε ¦ γαρ NA SBL WHδὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν εν λυπη προς υμας ελθειν ¦ ελθειν εν λυπη προς υμας TR ¦ εν λυπη ελθειν προς υμας ANTἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς εστιν ¦ — CTἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα § υμιν ¦ — CTὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην * εχω ¦ σχω CTἔχω ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, αλλα ¦ αλλ NA28 TRἀλλὰ ἀπὸ μέρους—ἵνα μὴ ἐπιβαρῶ—πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον μαλλον ¦ — WHμᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾯ δέ τι χαρίζεσθε, § και εγω ¦ καγω CTκαὶ ἐγώ· καὶ γὰρ ἐγὼ * ει τι κεχαρισμαι ω 81.6% ¦ ο κεχαρισμαι ει τι CT 3.3%εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· αλλα ¦ αλλ NA28ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· 16 οἷς μὲν ὀσμὴ θανατου ¦ εκ θανατου CTθανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ § ζωης ¦ εκ ζωης CTζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ * λοιποι 51.9% ¦ πολλοι BYZ CT TR 46.1%λοιποί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾽ ὡς ἐξ ειλικρινειας ¦ ειλικρινιας WHεἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ, κατενωπιον του 87.3% ¦ κατεναντι CT 3.5%κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.

*2:1 δε ¦ γαρ NA SBL WH

2:1 εν λυπη προς υμας ελθειν ¦ ελθειν εν λυπη προς υμας TR ¦ εν λυπη ελθειν προς υμας ANT

2:2 εστιν ¦ — CT

§2:3 υμιν ¦ — CT

*2:3 εχω ¦ σχω CT

2:5 αλλα ¦ αλλ NA28 TR

2:7 μαλλον ¦ — WH

§2:10 και εγω ¦ καγω CT

*2:10 ει τι κεχαρισμαι ω 81.6% ¦ ο κεχαρισμαι ει τι CT 3.3%

2:13 αλλα ¦ αλλ NA28

2:16 θανατου ¦ εκ θανατου CT

§2:16 ζωης ¦ εκ ζωης CT

*2:17 λοιποι 51.9% ¦ πολλοι BYZ CT TR 46.1%

2:17 ειλικρινειας ¦ ειλικρινιας WH

2:17 κατενωπιον του 87.3% ¦ κατεναντι CT 3.5%