3
1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; * ει ¦ η CT SCRΕἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν † συστατικων ¦ — CTσυστατικῶν; 2 Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ‡ εγγεγραμμενη ¦ ενγεγραμμενη TH WHἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, § εγγεγραμμενη ¦ ενγεγραμμενη TH WHἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, * αλλ ¦ αλλα ANTἀλλ᾽ ἐν πλαξὶ † καρδιαις ¦ καρδιας TRκαρδίαις σαρκίναις.
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· 5 οὐχ ὅτι ‡ ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CTἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ § ἑαυτῶν ¦ αὑτῶν SBL WHἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα * αποκτενει ¦ αποκτεινει TR WH ¦ αποκτεννει ANT NA SBL THἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη † εν ¦ — CTἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον ‡ μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TRΜωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 Εἰ γὰρ § ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL THἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης * εν ¦ — CTἐν δόξῃ. 10 Καὶ γὰρ † ου ¦ ουδε ANT TRοὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ‡ ενεκεν ¦ εινεκεν CT PCKἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13 καὶ οὐ καθάπερ § μωυσης ¦ μωσης TRΜωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον * ἑαυτοῦ ¦ αὐτοῦ CTἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14 † αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς ‡ σημερον ¦ σημερον ημερας CTσήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, § ο τι ¦ οτι ANT CT HF PCKὅ τι ἐν Χριστῷ καταργεῖται. 15 Ἀλλ᾽ ἕως σήμερον, ἡνίκα * αναγινωσκεται ¦ αν αναγινωσκηται CTἀναγινώσκεται † μωυσης ¦ μωσης PCK TRΜωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα ‡ δ αν ¦ δε εαν NA SBL WHδ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, § εκει ¦ — CTἐκεῖ ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
*3:1 ει ¦ η CT SCR
†3:1 συστατικων ¦ — CT
‡3:2 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
§3:3 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
*3:3 αλλ ¦ αλλα ANT
†3:3 καρδιαις ¦ καρδιας TR
‡3:5 ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CT
§3:5 ἑαυτῶν ¦ αὑτῶν SBL WH
*3:6 αποκτενει ¦ αποκτεινει TR WH ¦ αποκτεννει ANT NA SBL TH
†3:7 εν ¦ — CT
‡3:7 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
§3:9 ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL TH
*3:9 εν ¦ — CT
†3:10 ου ¦ ουδε ANT TR
‡3:10 ενεκεν ¦ εινεκεν CT PCK
§3:13 μωυσης ¦ μωσης TR
*3:13 ἑαυτοῦ ¦ αὐτοῦ CT
†3:14 αλλ ¦ αλλα NA27 SBL WH
‡3:14 σημερον ¦ σημερον ημερας CT
§3:14 ο τι ¦ οτι ANT CT HF PCK
*3:15 αναγινωσκεται ¦ αν αναγινωσκηται CT
†3:15 μωυσης ¦ μωσης PCK TR
‡3:16 δ αν ¦ δε εαν NA SBL WH
§3:17 εκει ¦ — CT