9
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ * ο εξ ¦ το CTὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. 3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε· 4 μήπως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ † λεγωμεν ¦ λεγω NAλέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ ‡ της καυχησεως 84.8% ¦ — CT 3.6%τῆς καυχήσεως. 5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν § προκατηγγελμενην ¦ προεπηγγελμενην CTπροκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ * ως ¦ ωσπερ TRὡς πλεονεξίαν.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει. 7 Ἕκαστος καθὼς † προαιρειται ¦ προηρηται CTπροαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 ‡ δυνατος ¦ δυνατει CTΔυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· 9 καθὼς γέγραπται,
Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10 Ὁ δὲ ἐπιχορηγῶν § σπερμα ¦ σπορον NA SBLσπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν * χορηγησαι … πληθυναι … αυξησαι 89.1% ¦ χορηγησει … πληθυνει … αυξησει CT 3%χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ † γενηματα ¦ γεννηματα TRγενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. 12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας· 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾽ ὑμῖν. 15 Χάρις ‡ δε ¦ — CTδὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
*9:2 ο εξ ¦ το CT
†9:4 λεγωμεν ¦ λεγω NA
‡9:4 της καυχησεως 84.8% ¦ — CT 3.6%
§9:5 προκατηγγελμενην ¦ προεπηγγελμενην CT
*9:5 ως ¦ ωσπερ TR
†9:7 προαιρειται ¦ προηρηται CT
‡9:8 δυνατος ¦ δυνατει CT
§9:10 σπερμα ¦ σπορον NA SBL
*9:10 χορηγησαι … πληθυναι … αυξησαι 89.1% ¦ χορηγησει … πληθυνει … αυξησει CT 3%
†9:10 γενηματα ¦ γεννηματα TR
‡9:15 δε ¦ — CT